Éxodo 11

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Éxodo 11 en hebreo y español.

1Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἔτι μίαν πληγὴν ἑπάξω ἐπὶ Φαραὼ καὶ ἐπ’ Αἴγυπτον, καὶ μετὰ ταῦτα ἐξαποστελεῖ ὑμᾶς ὅταν δὲ ἐξαποστέλλῃ ὑμᾶς, σὺν παντὶ ἐκβαλεῖ ὑμᾶς ἐκβολῆ.

2λάλησον οὖν κρυφῇ εἰς τὰ ὤτα τοῦ λαοῦ, καὶ αἰτησάτω ἕκαστος παρὰ τοῦ πλησίον σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν.

3Κύριος δὲ ἔδωκεν τὴν χάριν τῷ λαῷ αὐτοῦ ἐναντίον τῶν Αἰγυπτίων, καὶ ἔχρησαν αὐτοῖς. καὶ ὁ ἄνθρωπος Μωυσῆς μέγας ἐγενήθη σφόδρα ἐναντίον τῶν Αἰγυκαὶ ἐναντίον Φαραὼ καὶ ἐναντίον πόντων τῶν θεραπόντων αὐαπο τοῦ.

4Καὶ εἶπεν Μωυσῆς τάδε λέγει κύριος περὶ μέσας νύκτας ἐγὼ εἰσπορεύομαι εἰς μέσον Αἰγύπτου,

5καὶ τελευτήσει πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπὸ πρωτοτόκου Φαραὼ ὃς κάθηται ἐπὶ τοῦ θρόνου, καὶ ἕως πρωτοτόκου τῆς θεραπαίνης τῆς παρὰ τὸν μύλον καὶ ἕως πρωτοτόκου παντὸς κτήνους·

6καὶ ἔσται κραυγὴ μεγάλη κατὰ πᾶσαν γῆν Αἰγύπτου, ἥτις τοιαύτη οὐ γέρνεν καὶ τοιαύτη οὐκέτι προστεθήσεται. σεται.

7καὶ ἐν πᾶσι τοῖς υἱοῖς Ἰσραὴλ οὐ γρύξει κύων αὐτοῦ, οὐδὲ ἀπὸ ἀνθρώπου ἕως κτήνους· ὅπως ἴδῃς ὅσα παραδοξάζει κύριος ἀνὰ μέσον τῶν Αἰγυπτίων καὶ τοῦ Ἰσραήλ.

8καὶ καταβήσονται πάντες οἱ παῖδές σου οὗτοι πρὸς μὲ καὶ προσκυνήσουσίν με λέγοντες σὺ καὶ πᾶς ὁ λαός σου οὗ σὺ ἀφηγῆ· καὶ μετὰ ταύτα ἐξελεύσομαι. ἐξῆλθεν οε Μωυσης ἄπο Φαραὼ μετὰ θυμοῦ.

9Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Οὐ εἰσακούσεται ὑμῶν Φαραώ, ἵνα πληθύνων πληθύνω μου τὰ σημεῖα καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτῳ.

10Μωσῆς δὲ καὶ Ἀαρὼν ἐποίησαν πάντα τὰ σημεῖα καὶ τὰ τέρατα ταῦτα ἐν γῆ Αἰγύπτῳ ἐναντίον Φαραώ· ἐσκλήρυνεν δὲ Κύριος τὴν καρδίαν Φαραώ, καὶ οὐκ εἰσήκουσεν ἐξαποστεῖλαι τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου.

Abrir Éxodo 11 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario