Éxodo 31

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Éxodo 31 en hebreo y español.

1Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

2Ιδοὺ ἀνακέκλημαι ἐξ ὀνόματος τὸν Βεσελεήλ τὸν τοῦ οὐρείου τὸν Ὥρ τῆς φυλῆς Ἰούδα,

3καὶ ἐνέπλησα αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπίστη· μὴς ἐν παντὶ ἔργῳ,

4διανοεῖσθαι καὶ ἀρχιτεκτονῆσαι, ἐργάζεσθαι τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκόν, καὶ τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον τὸ νηστόν,

5καὶ τὰ λιθουργικά, καὶ εἰς τὰ ἔργα τὰ τεκτονικὰ τῶν ξύλων, ἐργάζεσθαι κατὰ πάντα τὰ ἔργα.

6καὶ ἐγὼ ἔδωκα αὐτὸν καὶ τὸν Ἐλιὰβ τὸν τοῦ Ἀχισαμὰχ ἐκ φυλῆς Δάν· καὶ παντὶ συνετῷ καρδίᾳ δέδωκα σύνεσιν, καὶ ποιήσουσιν πάντα ὅσα σοι συνέταξα·

7τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τὴν κιβωτὸν τῆς διαθήκης καὶ τὸ ἱλαστήριον τὸ ἐπ’ αὐτῆς, καὶ τὴν διασκευὴν τῆς σκηνῆς,

8καὶ τὰ θυσιαστήρια, καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὴν λυχνίαν τὴν καθαρὰν καὶ πόντα τὰ σκεύη αὐτῆς,

9καὶ τὸν λουτῆρα καὶ τὴν βόσιν αὐτοῦ,

10καὶ τὰς στολὰς τὰς λειτουργικάς Ἀαρὼν καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ ἱερατεύειν μοι,

11καὶ τὸ ἔλαιον τῆς χρίσεως, καὶ τὸ θυμίαμα τῆς συνθέσεως τοῦ ἁγίου· κατὰ ὅσα ἐγὼ ἐνετειλάμην σοι ποιήσουσιν.

12Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

13Καὶ σύνταξον τοῖς υἱοῖς Ἰσραὴλ λέγων Ὀρᾶτε καὶ τὰ σάββατά μου σημεῖόν ἐστιν παρ’ ἐμοὶ κοὶ ἐν ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν, ἵνα ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων ὑμᾶς.

14καὶ φυλάξεσθε τὰ σάββατα, ὅτι ἅγιον τοῦτό ἐστιν κυρίου ὑμῖν· ὁ βεβηλῶν αὐτὸ θανάτῳ θανατωθήσεται· πᾶς ὃς ποιήσει ἐν αὐτῷ ἔργον, ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τοῦ λαοῦ αὐτοῦ.

15ἓξ ἡμέρας ποιήσεις ἔργα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα, ἀνάπαυσις ἁγία τῷ κυρίῳ· πᾶς ὅς ποιήσει ἔργον τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ θανατωθήσεται.

16καὶ φυλάξουσιν οἱ υἱοὶ Ἰσραὴλ τὰ σάββατα, ποιεῖν αὐτὰ εἰς τὰς γένεὰς αὐτῶν· διαθήκη αἰώνιος

17ἐν ἐμοὶ καὶ τοῖς υἱοῖς Ἰσραήλ, σημεῖόν ἐστιν ἐν ἐμοὶ αἰώνιον· ὅτι ἕξ ἡμέραις ἐποίησεν Κύριος τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τῇ ἡμέρᾳ τῆ ἑβδόμῃ κατέπαυσεν καὶ ἐπαύσατο.

18Καὶ ἔδωκεν Μωσεῖ, ἡνίκα κατέπαυσεν λαλῶν αὐτῷ ἱέν τῷ ὄρει τῷ Σεινά, τὰς δύο πλάκας τοῦ μαρτυρίου, πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλω τοῦ θεοῦ.

Abrir Éxodo 31 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario