Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Éxodo 40 en hebreo y español.
1καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων
2Ἑν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοὺ πρώτου νουμηνίᾳ στήσεις τὴν σκηνὴν τοῦ μαρτυρίου·
3καὶ σκεπάσεις τὴν κιβωτὸν τοῦ μαρτυρίου τῷ καταπετάσματι·
4καὶ εἰσοίσεις τὴν τράπεζαν; καὶ προθήσεις τὴν πρόθεσιν αὐτῆς· καὶ εἰσοίσεις τὴν λυχνίαν, καὶ ἐπιθήσεις τοὺς λύχνους αὐτῆς·
5καὶ θήσεις τὸ θυσιαστήριον τὸ χρυσοῦν εἰς τὸ θυμιᾷν ἐναντίον τῆς κιβωτοῦ· καὶ ἐπιθήσεις κάλυμμα καταπετάσματος ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου·
6καὶ καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων θήσεις παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· ’φ’ καὶ περιθήσεις τὴν σκηνήν, καὶ πάντα τὰ αὐτῆς ἁγιάσεις κύκλῳ.
7καὶ λήμψῃ τὸ ἔλαιον τοῦ χρίσματος, καὶ χρίσεις τὴν σκηνὴν καὶ πάντα τὰ ἐν αὐτῇ, καὶ ἁγιάσεις αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ ἔσται ἁγία.
8καὶ χρίσεις τὸ θυσιαmήριον τῶν καρπωμάτων καὶ πάντα αὐτοῦ τὰ σκεύη,
9καὶ ἁγιάσεις τὸ θυσιαστήριον, καὶ ὦσται ἅγιον τῶν ἁγίων.
10καὶ προσάξεις Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ ἐπὶ τὰς θύρας τῆς τοῦ μαρτυρίου, καὶ λούσεις αὐτοὺς ὕδατι·
11καὶ ἐνδύσεις τὰς στολὰς τὰς ἀγίας, καὶ χρίσεις αὐτὸν καὶ ἁγιάσεις αὐτὸν μοι·
12καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις, καὶ ἐνδύσεις αὖ. τοὺς χιτῶνας,
13καὶ ἀλείψεις αὐτοὺς ὃν τρόπον ἤλειψας τὸν πατέρα αὐτῶν, καὶ ἱερατεύσουσίν μοι· καὶ ἔσται ὥστε εἶναι αὐτοῖς χρῖσμα ἱερατίας εἰς τὸν αἰῶνα, εἰς τὰς γενεὰς αὐτῶν.
14καὶ ἐποίησεν Μωσῆς πάντα ὅσα ἐνετείλατο αὐτῷ κύριος, οὕτως ἐποίησεν.
15Καὶ ἐν τῷ μηνὶ τῷ πρώτῳ τῷ δευτέρῳ ἔτει ἐκπορευομένων ἐξ Αἰγύπτου νουμηνίᾳ, ἐστάθη ἡ σκηνή·
16καὶ ἔστησεν σκηνήν, καὶ ἐπέθηκεν τὰς κεφαλίδας καὶ διενέβαλεν τοὺς μοχλοὺς καὶ ἔστησεν τοὺς οτύλους·
17καὶ ἐξέτεινεν τὰς αὐλαίας ἐπὶ τὴν σκηνήν, καὶ ἐπέθηκεν τὸ κατακάλυμμα τῆς σκηνῆς ωθεν, καθὰ συνέταξεν Κύριος τῷ Μωσῇ.
18Καὶ τὰ μαρτύρια ἐνέβαλεν εἰς τὴν κιβωτόν, καὶ ὑπέθηκεν τοὺς διωστῆρας ὑπὸ τὴν κιβωτόν,
19καὶ εἰσήνεγκεν τὴν κιβωτὸν εἰς τὴν σκηνὴν καὶ ἐπέθηκεν τὸ κατακάλυμμα τοῦ καταπετάσματος, καὶ ἐσκέπασεν τὴν κιβωτὸν τοῦ μαρτυρίου, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ.
20καὶ ἐπέθηκεν τὴν τράπεζαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἐπὶ τὸ κλίτος τῆς σκηνῆς τοῦ μαρτυρίου τὸ πρὸς βορρᾶν ἔξωθεν τοῦ καταπετάσματος τῆς σκηνῆς,
21καὶ προέθηκεν ἐπ’ αὐτῆς ἄρτους τῆς προθέσεως ἔναντι κυρίου, ὅν τρόπον συνέταξεν Κύριος τῷ Μωυσῇ.
22καὶ ἔθηκεν τὴν λυχνίαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, εἰς τὸ κλίτος τῆς σκηνῆς τὸ πρὸς νότον,
23καὶ ἐπέθηκεν τοὺς λύχνους αὐτῆς ἔναντι κυρίου, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ.
24καὶ ἔθηκεν τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἀπέναντι τοῦ καταπετάσματος,
25καὶ ἐθυσίασεν ἐπ' αὐτοῦ τὸ θυμίαμα τῆς συνθέσεως, καθάπερ συνέταξεν κύριος τῷ Μωυσῇ.
26Καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων ἔθηκεν παρὰ τὰς θύρας τῆς σκηνῆς,
27καὶ καὶ ἔστησεν τὴν αὐλὴν κύκλῳ τῆς σκηνῆς καὶ τοῦ θυσιἀστηρίου· καὶ συνετέλεσεν Μωυσῆς πάντα τὰ ἔργα.
28Καὶ ἐκάλυψεν ἢ νεφέλη τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ δόξης κυρίου ἐπλήσθη ἢ σκηνή·
29καὶ οὐκ ἠδυνάσθη Μωσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπ’ αὐτὴν ἡ νεφέλη, καὶ δόξης κυρίου ἐπλήσθη ἡ σκηνή.
30ἡνίκα δ’ ἄν ἀνέβη ἀπὸ τῆς σκηνῆς ἡ νεφέλη, ἀνεζεύγνυσαν οἱ υἱοὶ Ἰσραὴλ σὺν τῇ ἀπαρτίᾳ αὐτῶν·
31εἰ δὲ μὴ ἀνέβη ἡ νεφέλη, οὐκ ἀνεζεύγνυσαν ἕως ἡμέρας ἦς ἀνέβη ἡ νεφέλη.
32νεφέλη γὰρ ἦν ἐπὶ τῆς σκηνῆς ἡμέ καὶ πῦρ ἦν ἐπ’ αὐτῆς νυκτός, ἐναντίον παντὸς Ἰσραήλ, ἐν ταῖς ἀναζυγαῖς αὐτῶν.
Abrir Éxodo 40 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario