Ezequiel 10

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Ezequiel 10 en hebreo y español.

1Καὶ ἴδον, καὶ ἰδοὺ ἐπάνω τοῦ στερεώματος τοῦ ὑπέρ κεφαλῆς τῶν χερουβεὶμ ὡς λίθος σαπφείρου ὁμοίωμα θρόνου ἐπʼ αὐτῶν.

2καὶ εἶπεν πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὴν στολὴν Εἴσελθε εἰς τὸ μέσον τῶν τροχῶν τῶν ὑποκάτω τῶν χερουβείν, καὶ πλῆσον τὰς δράκας σου ανθρακων πυρὸς ἐκ μέσου τῶν χερουβεὶν καὶ διασκόρπισον ἐπὶ τὴν πόλιν. καὶ εἰσῆλθεν ἐνώπιόν μου.

3καὶ τὰ χερουβεὶν ἱστήκει ἐκ δεξιῶν τοῦ οἴκου ἐν τῷ εἰσπορεύεσθαι τὸν ἄνδρα, καὶ ἡ νεφέλη ἔπλησεν τὴν άὐλὴν τὴν ἐσωτέραν.

4καὶ ἀπῆρεν ἡ δόξα Κυρίου ἀπὸ τῶν χερουβεὶν εἰς τὸ αἴθριον τοῦ οἴκου, καὶ ἐνέπλησεν τὸν οἶκον ἡ νεφέλη, καὶ ἡ αὐλὴ ἐπλήσθη τοῦ φέγγους τῆς δόξης Κυρίου.

5καὶ φωνὴ τῶν πτερύγων τῶν χερουβεὶν ἠκούετο ἕως τῆς αὐλῆς τῆς ἐξωτέρας ὡς φωνὴ θεοῦ Σαδδαὶ λαλοῦντος.

6καὶ ἐγένετο ἐν τῷ ἐντέλλεσθαι αὐτὸν τῷ ἀνδρὶ τῷ ἐνδεδυκότι τὴν στολὴν τὴν ἁγίαν λέγων Λάβε πῦρ ἐκ μέσου τῶν τροχῶν ἐκ μέσου τῶν χερουβείν, καὶ εἰσῆλθεν καὶ ἔστη ἐχόμενος τῶν τροχῶν.

7καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ εἰς μέσον τοῦ πυρὸς τοῦ ὄντος ἐν μέσῳ τῶν χερουβείν, καὶ ἔλαβεν καὶ ἔδωκεν εἰς τὰς χεῖρας τοῦ ἐνδεδυκότος τὴν στολὴν τὴν ἁγίαν, καὶ ἔλαβεν καὶ ἐξῆλθεν.

8καὶ ἴδον τὰ χερουβείν, ὁμοίωμα χειρῶν ἀνθρώπων ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν.

9καὶ ἴδον, καὶ ἰδοὺ τροχοὶ τέσσαρες ἱστήκεισαν ἐχόμενοι τῶν χερουβείν, τροχὸς εἷς ἐχόμενος χεροὺβ ἑνός, καὶ ὄψις τῶν τροχῶν ὡς ὄψις λίθου ἄνθρακος.

10καὶ ἡ ὄψις αὐτῶν ὁμοίωμα ἳν τοῖς τέσσαρσιν, ὃν τρόπον ὅταν ἦ τροχὸς ἐν μέσῳ τροχοῦ·

11ἐν τῷ πορεύεσθαι αὐτὰ εἰς τὰ τέσσερα μέρη αὐτῶν ἐπορεύοντο, οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά· ὅτι εἰς ὃν ἂν τόπον ἐπέβλεψεν ἡ ἀρχὴ ἡ μία ἐπορεύοντο, καὶ οὐκ ἐπέστρεφον ἐν τῷ σορεύεσθαι αὐτά.

12καὶ οἱ νῶτοι αὐτῶν καὶ αἱ χεῖρες αὐτῶν καὶ αἱ πτέρυγες αὐτῶν καὶ οἱ τροχοὶ πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσιν τροχοῖς.

13τοῖς δὲ τροχοῖς τούτοις ἐπεκλήθη Γελγὲλ ἀκούὄντος μου.

15καὶ τὰ χερουβεὶν ἤσαν τοῦτο τὸ ζῷον ὃ ἴδου ἐπὶ τοῦ ποταμοῦ τοῦ Κοβάρ.

16καὶ ἐν τῷ πορεύεσθαι τὰ χερουβεὶν ἐπορεύοντο οἱ τροχοί, καὶ οὗτοι ἐχόμενοι αὐτῶν· καὶ ἐν τῷ ἐξαίρειν τὰ χερουβεὶν τὰς πτέρυγας αὐτῶν τοῦ μετεωρίζεσθαι ἀπὸ τῆς γῆς. οὐκ ἐπέστρεφον οἱ τροχοὶ αὐτῶν·

17ἐν τῷ ἑστάναι αὐτὰ ἱστήκεισαν, καὶ ἐν τῷ μετεωρίζεσθαι αὐτὰ ἐμετεωρίζοντο μετʼ αὐτῶν· διότι πνεῦμα ζωῆς ἐν αὐτοῖς ἦν.

18καὶ ἐξῆλθεν δόξα Κυρίου ἀπὸ τοῦ οἴκου καὶ ἐπέβη ἐπὶ τὰ χερουβείν,

19καὶ ἀνέλαβον τὰ χερουβεὶν τὰς πτέρυγας αὐτῶν καὶ ἐμετεωρίσθησαν ἀπὸ τῆς γῆς ἐνώπιον ἐμοῦ· ἐν τῷ ἐξελθεῖν αὐτὰ καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν· καὶ ἔστησαν ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου τῆς ἀπέναντι, καὶ δόξα θεοῦ Ἰσραὴλ ἦν ἐπʼ αὐτῶν ὑπεράνω.

20τοῦτο τὸ ζῷόν ἐστιυ ὃ ἴδον ὑποκάτω θεοῦ Ἰσραὴλ ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ, καὶ ἔγνων ὅτι χερουβείν ἐστιν·

21τέσσερα πρόσαωπα τῷ ἑνί, καὶ ὀκτὼ πτέρυγες τῷ ἐνί, καὶ ὁμοίωμα χειρῶν ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν.

22καὶ ὁμοίωσις τῶν προσώπων οὐτων, ταῦτα τὰ πρόσωπά ἐστιν ἃ ἴδον ὑποκάτω τῆς δόξης θεοῦ Ἰσραὴλ ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ, καὶ αὐτὰ ἕκαστον κατὰ πρόσωπον αὐτῶν ἐπορεύοντο.

Abrir Ezequiel 10 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario