Ezequiel 30

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Ezequiel 30 en hebreo y español.

1Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

2Υἱὲ ἀνθρώπου, προφήτευσον καὶ εἰπόν Τάδε λέγει Κύριος Ὤ ὢ ἡμέρα,

3ὅτι ἐγγὺς ἡμέρσ. τοῦ κυρίου ἡμέρα, πέρας ἐθνῶν ἔσται.

4καὶ ἤ ξει μάχαιρα ἐπʼ Αἰγυπτίους, καὶ ἔσται ταραχὴ ἐν γῇ Αἰθιοπίᾳ, καὶ συμπεσοῦνται τετραυματισμένοι ἐν Αἰγύπτῳ καὶ συμπεσεῖται αὐτῆς τὰ θεμέλια.

5Πέρσαι καὶ Κρῆτες καὶ Λυδοὶ καὶ Λίβυες καὶ πάντες οἱ ἐπίμικτοι καὶ τῶν υἱῶν τῆς διαθήκης μου μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ.

6καὶ πεσοῦνται τὰ ἀντιστηρίγματα Αἰγύπτου, καὶ καταβήσεται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς ἀπὸ Μαγδώλου ἕως Συήνης· μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ, λέγει Κύριος.

7καὶ ἐρημωθήσεται ἐν μέσῳ χαωρῶν ἠρημωμένων, καὶ αἱ πόλεις αὐτῶν ἐν μέσῳ πόλεων ἠρημαωμένων ἔσονται·

8καὶ γνώσονται ὅτι ἐγὼ εἰμι Κύριος, ὅταν δῶ πῦρ ἐπʼ Αἴγυπτον καὶ συντριβῶσι πάντες οἱ βοηθοῦντες αὐτῇ.

9ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσονται ἄγγελοι σπεύδοντες ἀφανίσαι τὴν Αἰθιοπίαν, καὶ ἔσται ταραχὴ ἐν αὐτοῖς ἐν τῇ ἡμέρᾳ Αἰγύπτου, ὅτι ἰδοὺ ἤκει.

10Τάδε λέγει κύριος Κύριος Καὶ ἀπολῶ πλῆθος Αἰγυπτίων διὰ χειρὸς Ναβουχοδονοσὸρ βασιλέως Βαβυλῶνος,

11αὐτοῦ καὶ τοῦ λαοῦ αὐτοῦ· λοιμοὶ ἀπὸ ἐθνῶν ἀπεσταλμένοι ἀπολέσαι γῆν· καὶ ἐκκενώσουσιν πάντες τὰς μαχαίρας αὐτῶν ἐπʼ Αἴγυπτον, καὶ πλησθήσεται ἡ γῆ τραυματιῶν.

12καὶ δώσω τοὺς ποταμοὺς αὐτῶν ἐρήμους καὶ ἀπολῶ τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς ἐν χερσὶν ἀλλοτρίων, ἐγὼ Κύριος λελάληκα.

13Ὅτι τἀδε λέγει κύριος Κύριος Καὶ ἀπολῶ μεγιστᾶνας ἀπὸ Μέμφεως καὶ ἄρχοντας Μέμφεως ἐκ γῆς Αἰγύπτου, καὶ οὐκ ἔσονται ἔτι.

14καὶ ἀπολῶ γῆν Φαθωρῆς, καὶ δώσω πῦρ ἐπὶ Τάνιν, καὶ ποιήσω ἐκδίκησιν ἐν Διοσπόλει.

15καὶ ἐκχεῶ τὸν θυμόν μου ἐπὶ Σάιν τὴν ἰσχὺν Αἰγύπτου, καὶ ἀπολῶ τὸ πλῆθος Μέμφεως.

16καὶ δώσω πῦρ ἐπʼ Αἴγυπτον, καὶ ταραχὴν ταραχθήσεται Συήνη, καὶ ἐν Διοσπόλει ἔσται ἔκρημα καὶ διαχυθήσεται ὕδατα.

17νεανίσκοι Ἡλίου πόλεως καὶ Βουβάστου ἐν μαχαίρᾳ πεσοῦνται, καὶ αἱ γυναῖκες ἐν αἰχμαλωσίᾳ πορεύσονται,

18καὶ ἐν Τάφναις συσκοτάσει ἡ ἡμέρα, ἐν τῷ συντρίψαι με ἐκεῖ τὰ σκῆπτρα Αἰγύπτου, καὶ ἀπολεῖται ἐκεῖ ἡ ὕβρις ἰσχύος αὐτῆς, καὶ ταύτην νεφέλη καλύψει, καὶ αἱ θυγατέρες αὐτῆς αἰχμάλωτοι ἀχθήσονται.

19καὶ ποιήσω κρίμα ἐν Αἰγύπτῳ, καὶ γνώσονται ὅτι ἐγὼ εἰμι Κύριος.

20Καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει ἐν τῷ πρώτῳ μηνὶ ἑβδόμῃ τοῦ μηνὸς ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγωυ

21Υἱὲ ἀνθρώπου, τοὺς βραχίονας Φαραὼ βασιλέως Αἰγύπτου συνέτριψα, καὶ ἰδοὺ οὐ κατεδεήθη τοῦ δοθῆναι ἴασιν, τοῦ δοθῆναι ἐπʼ αὐτὸν μάλαγμα, τοῦ δοθῆναι ἰσχὺν ἐπιλαβέσθαι μαχαίρας.

22διὰ τοῦτο τάδε λέγει κύριος Κύριος Ἰδοὺ ἐγὼ ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου, καὶ συντρίψω τοὺς βραχίονας αὐτοῦ τοὺς ἰσχυροὺς καὶ τοὺς τεταμένους, καὶ καταβαλῶ τὴν μάχαιραν αὐτοῦ ἐκ τῆς χειρὸς αὐτοῦ·

23καὶ διασπερῶ Αἴγυπτον εἰς τὰ ἔθνη καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας,

24καὶ κατισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλῶνος καὶ δώσω τὴν ῥομφαίαν μου εἰς τὴν χεῖρα αὐτοῦ, καὶ ἐπάξει αὐτὴν ἐπʼ Αἴγυπτον καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς.

25καὶ ἐνισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλῶνος, οἱ βραχίονες Φαραὼ πεσοῦνται· καὶ γνώσονται ὅτι ἐγὼ εἰμι Κύριος, ἐν τῷ δοῦναι τὴν ῥομφαίαν μου εἰς χεῖρας βασιλλέως Βαβυλῶνος, καὶ ἐκτενεῖ αὐτὴν ἐπὶ γῆν Αἰγύπτου.

26καὶ διασπερῶ Αἴγυπτον εἰς τὰ ἔθνη, καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας· καὶ γνώσονται πάντες ὅτι ἐγὼ εἰμι Κύριος.

Abrir Ezequiel 30 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario