Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Ezequiel 41 en hebreo y español.
1Καὶ εἰσήγαγέν με εἰς τὸν ναόν, ᾧ διεμέτρησεν τὸ αἰλὰμ πηχῶν ἔξ τὸ πλάτος ἔνθεν,
2καὶ πηχῶν ἕξ τὸ εὖρος τοῦ αἰλὰμ ἔνθεν, (2) καὶ τὸ εὖρος τοῦ πυλῶνος πηχῶν δέκα, καὶ ἐπωμίδες τοῦ πυλῶνος πηχῶν πέντε ἔνθεν καὶ πηχῶν πέυτε ἔυθεν. καὶ διεμέτρησεν τὸ μῆκος αὐτοῦ πηχῶν τεσσεράκοντα καὶ τὸ εὖρος πηχῶν εἵκοσι.
3καὶ εἰσῆλθεν εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ διεμέτρησεν τὸ αἳλ τοῦ θυρώματος πηχῶν δύο, καὶ τὸ θύρωμα πηχῶν ἕξ, καὶ τὰς ἐπωμίδας τοῦ θυρώματος πηχῶν ἑπτὰ ἔνθεν καὶ πηχῶν ἑπτὰ ἔνθεν.
4καὶ διεμέτρησεν τὸ μῆκος τῶν θυρῶν πηχῶν τεσσεράκοντα καὶ εὖρος πηχῶν εἵκοσι κατὰ πρόσωπον τοῦ ναοῦ. καὶ εἶπεν Τοῦτο τὸ ἅγιον τῶν ἁγίων.
5καὶ διεμέτρησεν τὸν τοῖχον τοῦ οἴκου πηχῶν ἕξ καὶ τὸ εὖρος τῆς πλευρᾶς πηχῶν τεσσάρων κυκλόθεν,
6καὶ πλευρὰ πλευρὸν ἐπὶ πλευρὸν τριάκοντα τρὶς δίς· καὶ διάστημα ἐν τῷ τοίχῳ τοῦ οἴκου ἐν τοῖς πλευροῖς κύκλῳ τοῦ εἶναι τοῖς ἐπιλαμβανομένοις ὀρᾷν, ὅπως τὸ παρὰ πᾶν μὴ ἄπτωνται τῶν τοίχαων τοῦ οἴκου.
7καὶ τὸ εὖρος τῆς ἀνωτέρας τῶν πλευρῶν κατὰ τὸ πρόσθεμα ἐκ τοῦ τοίχου, πρὸς τὴν ἀνωτέραν κύκλῳ τοῦ οἴκου, ὅπως διαπλατύνηται ἄνωθεν, καὶ ἐκ τῶν κάτωθεν ἀναβαίνωσιν ἐπὶ τὰ ὑπερῷα καὶ ἐκ τῶν γεισῶν ἐπὶ τὰ τριώροφα,
8καὶ τὸ θραὲλ τοῦ οἴκου ὔψος κύκλῳ διάστημα τῶν πλευρῶν ἴσον τῷ καλάμῳ πήχεων ἔξ. διαστήματα
9καὶ εὖρος τοῦ τοίχου τῆς πλευρᾶς ἔξωθεν πηχῶν πέντε, καὶ τὰ ἀπόλοιπα τὰ ἀνὰ μέσον τῶν πλευρῶν τοῦ οἴκου
10καὶ ἀνὰ μέσον τῶν ἐξεδρῶν εὖρος πηχῶν εἵκοσι, τὸ περιφερές τῷ οἴκῳ κύκλῳ.
11καὶ αἱ θύραι τῶν ἐξεδρῶν ἐπὶ τὸ ἀπόλοιπον τῆς θύρας τῆς μιᾶς τῆς πρὸς βορρᾶν· καὶ ἡ θύρα ἡ μία πρὸς νότον, καὶ τὸ εὐρος τοῦ φωτὸς τοῦ ἀπολοίπου, πηχῶν πέντε πλάτος κυκλόθεν.
12καὶ τὸ αἰθρίζον κατὰ πρόσωπον τοῦ ἀπολοίπου ὡς πρὸς θάλασσαν πηχῶν ἑβδομήκοντα, πλάτος τοῦ τοίχου τοῦ διορίζοντος πήχευν πέντε, εὖρος κυκλόθεν καὶ μῆκος αὐτοῦ πήχεων ἐνενήκοντα.
13καὶ διεμέτρησεν κατέναντι τοῦ οἴκου μῆκος πηχῶν ἑκατόν, καὶ τὰ ἀπόλοιπα καὶ τὰ διορίζοντα καὶ οἱ τοῖχοι αὐτῶν μῆκος πηχῶν ἑκατόν,
14καὶ τὸ εὖρος κατὰ πρόσαωπον τοῦ οἴκου καὶ τὰ ἀπόλοιπα κατέναντι πηχῶν ἑκατόν.
15Καὶ διεμέτρησεν μῆκος τοῦ διορἰζοντος κατὰ πρόσαωπον τοῦ ἀπολοίπου τῶν κατόπισθεν τοῦ οἴκου ἐκείνου, καὶ τὰ ἀπόλοιπα ἔνθεν καὶ ἔνθεν πήχεων ἑκατὸν τὸ μῆκος. καὶ ὁ ναὸς καὶ αἱ γωνίαι καὶ τὸ αἰλὰμ τὸ ἐξώτερον πεφατνωμένα.
16καὶ θυρίδες δικτυωταί, ὑποφαύσεις κύκλῳ τοῖς τρισὶν /ὤστε διακύπτειν· καὶ ὁ οἶκος καὶ τὰ πλησίον ἐξυλωμένα κύκλῳ, καὶ τὸ ἔδαφος καὶ ἐκ τοῦ ἐδάφους ἔως τῶν θυρίδων, καὶ αἱ θυρίδες ἀναπτυσσόμεναι τρισσῶς εἰς τὸ διακύπτειν.
17καὶ ἕως πλησίον τῆς ἐσωτέρας καὶ ἕως τῆς ἐξωτέρας. καὶ ἐφʼ ὅλον τὸν τοῖχον κύκλῳ, ἐν τῷ ἔσωθεν καὶ ἐν τῷ ἔξωθεν,
18γεγλυμμένα χερουβείν· καὶ φοίνικες ἀνὰ μέσον χεροὺβ καὶ ἀνά μέσον χερούβ. δύο πρόσωπα τῷ χερούβ,
19πρόσωπον ἀνθρώπου πρὸς τὸν φοίνικα ἔνθεν καὶ ἔνθεν, καὶ πρόσωπον λέοντος πρὸς τὸν φοίνικα ἔνθεν καὶ ἔνθεν· διαγεγλυμμένος ὁ οἶκος κυκλόθεν·
20ἐκ τοῦ ἐδάφους ἕως τοῦ φατνώματος, τὰ χερουβεὶν καὶ οἱ φοίνικες διαγεγλυμμένοι.
21καὶ τὸ ἅγιον καὶ ὁ ναὸς ἀναπτυσσόμενος τετράγωνα· κατὰ πρόσωπον τῶν ἁγίων ὄρἀσις ὡς ὄψις
22θυσιαστηρίου ξυλίνου, πηχῶν τριῶν τὸ ὕψος αὐτοῦ, καὶ τὸ μῆκος πηχῶν δύο, καὶ τὸ εὖρος πηχῶν δύο· καὶ κέρατα εἶχεν, καὶ ἡ βάσις αὐτοῦ καὶ οἱ τοῖχοι αὐτοῦ ξύλινοι. καὶ εἶπεν πρὸς μέ Ἀὕτη ἡ τράπεζα ἡ πρὸ προσώπου. καὶ δύο θυρώματα τῷ ναῷ,
23καὶ δύο θυρώματα τῷ ἁγίῳ·
24τοῖς δυσὶ θυρώμασι τοῖς στροφωτοῖς, δύο θυρώματα τῷ ἑνί, καὶ δύο θυρώματα τῇ θύρχ τῇ δευτέρᾳ.
25καὶ γλυφὴ ἐπʼ αὐτῶν, καὶ ἐπὶ τὰ θυρώματα τοῦ ναοῦ χερουβείν, καὶ φοίνικες κατὰ τὴν γλυφὴν τῶν ἁγίων, καὶ σπουδαῖα ξύλα κατὰ πρόσωπον τοῦ αἰλάμ ἔξωθεν,
26καὶ θυρίδες κρυπταί. καὶ διεμέτρησεν ἔνθεν καὶ ἔνθεν, εἰς τὰ ὀροφώματα τοῦ αἰλάμ, καὶ τὰ πλευρά τοῦ οἴκου ἐζυγωμένα.
Abrir Ezequiel 41 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario