Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Ezequiel 6 en hebreo y español.
1Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων
2Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰ ὄρη Ἰσραὴλ καὶ προφήτευσον ἐπʼ αὐτά,
3καὶ ἐρεῖς Τὰ ὄρη Ἰσραήλ, ἀκούσατε λόγον Κυρίου Τάδε λέγει Κύριος τοῖς ὄρεσιν καὶ τοῖς βουνοῖς καὶ ταῖς φάραγξιν καὶ ταῖς νάπαις Ἰδοὺ ἐπάγω ἐφʼ ὑμᾶς ῥομφαίαν, καὶ ἐξολοθρευθήσεται τὰ ὑψηλὰ ὑμῶν,
4καὶ συντριβήσονται τὰ θυσιαστήρια ὑμῶν καὶ τὰ τεμένη ὑμῶν, καὶ καταβαλῶ τραυματίαις ὑμῶν ἐνώπιον τῶν εἰδώλων ὑμῶν,
5καὶ διασκορπιῶ τὰ ὀστᾶ ὑμῶν κύκλῳ τῶν θυσιαστηρίων ὑμῶν.
6ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν αἱ πόλεις ἐξερημωθήσονται καὶ τὰ ὑψηλὰ ἀφανισθήσεται, ὅπως ἐξολεθρευθῇ τὰ θυσιαστήρια ὑμῶν καὶ συντρβήσονται τὰ εἴωλα ὑμῶν καὶ ἐξαρθῇ τὰ τεμένη ὑμῶν,
7καὶ πεσοῦνται τραυματίαι ἐν μέσῳ ὑμῶν, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος.,
8ἐν τῷ γενέηθαι ἐξ ὑμῶν ἀνασωζομένους ἐκ ῥομφαίας ἐν τοῖς ἔθνεσιν, καὶ ἐν τῷ διασκορπισμῷ ὑμῶν ἐν ταῖς χώραις,
9καὶ μνησθήσονταί μου οἱ ἀνασωζόμενοι ἐξ ὑμῶν ἐν τοῖς ἔθνεσιν οὗ ᾐχμαλωτεύθησαν ἐκεῖ· ἀμώμοκα τῇ καρδίᾳ αὐτῶν τῇ ἐκπορνευούσῃ ἀπʼ ἐμοῦ καὶ τοῖς ὀφθαλμοῖς αὐτῶν τοῖς πορνεύουσιν ὀπίσω τῶν ἐπιτηδευμάτων αὐτῶν, καὶ κόψονται πρόσοπα αὐτῶν ἐν πᾶσι τοῖς βδελύγμασιν αὐτῶν·
10καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος λελάληκα.
11Τάδε λέγει Κύριος Κρότησον τῆ χειρὶ καὶ ψόφησον τῷ ποδὶ καὶ εἰπόν Εὐγε εὗγε, ἐπὶ πᾶσιν τοῖς βδελύγμασιν οἴκου Ἰσραήλ· ἐν ῥομφαίᾳ καὶ ἐν θανάτῳ καὶ ἐν λιμῷ πεσοῦνται.
12ὁ ἐγγὺς ἐν ῥομφαίᾳ πεσεῖται, ὁ δὲ μακρὰν ἐν θανάτῳ τελευτήσει, καὶ ὁ περιεχόμενος ἐν λιμῷ συντελεσθήσεται, καὶ συντελέσω τὴν ἀργήν μου ἐπʼ αὐτούς.
13καὶ γνώσεσθε διότι ἐγὼ Κύριος, ἐν τῷ εἶναι τοὺς τραυματίας ὑμῶν ἐν μέσῳ τῶν εἰδώλων ὑμῶν κύκλῳ τῶν θυσιαστηρίων ὑμῶν ἐπὶ πάντα βουνὸν ὑψηλὸν καὶ ὑποκάτω δένδρου συσκίου, οὗ ἔδωκαν ἐκεῖ ὀσμὴν εὐωδίας πᾶσι τοῖς εἰδώλοις αὐτῶν.
14καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπʼ αὐτούς, καὶ θήσομαι τὴν γῆν εἰς ἀφανισμὸν καὶ εἰς ὄλεθρον ἀπὸ τῆς ἐρήμου Δεβλάθα ἐκ πάσης. τῆς κατοικεσίας· καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύρμως.
Abrir Ezequiel 6 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario