Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Génesis 10 en hebreo y español.
1Αὗται δὲ αἱ γενέσεις τῶν υἱῶν Νῶε, Σῆμ’, Χάμ, ’σαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν.
2Υἱοὶ Ἰάφεθ· Μαγώγ καὶ Μαδαὶ καὶ Ἰωυὰν καὶ Ἔλισά καὶ Θοβὲλ καὶ ΜόσοΧ καὶ Φειπάς.
3καὶ υἱοὶ Γάμερ· Ἀσχανὰζ καὶ Ῥιφὰθ καὶ Θεργαμά.
4καὶ υἱοὶ Ἰωυάν· Ἐλισὰ καὶ Θαρσίς, Κήτιοι, Ῥόδιοι.
5ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν ἐν τῆ γῆ αὐτῶν· ἕκαστος κατὰ γλῶσσαν ἐν τοῖς φυλαῖς αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.
6Υἱοὶ δὲ Χάμ· Χοὺς καὶ Μεσπάιν, Φοὺδ καὶ Χανάαν.
7υἱοὶ δὲ Χούς· Σαβᾶ καὶ Εὑιλὰ καὶ Σαβαθὰ κοὶ Ῥεγχμὰ καὶ Σοβακαθά. υἱοὶ δὲ ῬεγΧμά Σαβᾶ καὶ Δαδάν.
8Χοὺς δὲ ἐγέννησεν τὸν Νεβρώδ· οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς.
9οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον Κυρίου τοῦ θεοῦ· διό τοῦτο ἐροῦσιν Ὡς Νεβρὼς γίγας κυνηγὸς ἐναντίον Κυρίου.
10καὶ ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν Καὶ ὌρεΧ καὶ ἈρΧὰδ καὶ Χαλαννὴ ἐν τῇ γῇ Σενναάρ.
11ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν Ἀσσούρ καὶ ᾠκοδόμησεν τὴν Νινευὴ καὶ τήν Ῥοωβὼς πόλιν καὶ Χάλαχ,
12καὶ τὴν Δάσεμ, ἀνὰ μέσον Νινευὴ καὶ ἀνὰ μέσον Χάλαχ· αὕτη ἡ πόλις ἡ μεγάλη.
13καὶ Μεσράιν ἐγέννησεν τούς Λουδιεὶμ καὶ τοὺς Νεφθολιεὶμ καὶ τοὺς λἰνεμετιεὶμ τοὺς Λιφιεὶμ
14καὶ τοὺς ΙΙατροσωνιεὶμ καὶ τοὺς Χσμωνιείμ, ὅθεν ἐξῆλθεν ἐκεῖθεν Φυλιστιείμ, καὶ τοὺς ΧαΦθοπιείμ.
15Χανάαν δὲ ἐγέννησεν τὸν Σιδῶνα πρωτότοκον, καὶ τὸν Χετταῖον
16καὶ τὸν Ἰεβουσαῖον κα τὸν Ἀμορραῖον καὶ τὸν Γερυεσαῖον
17τὸν Εὑαῖον καὶ τὸν Ἀρουκαιον καὶ τὸν Ἁσενναῖον
18καὶ τὸν Ἀράδιον καὶ τὸν Σαμαραῖον καὶ τὸν Ἁμαθί. καὶ μετὰ τοῦτο διεσπάρησαν αἱ φυλαὶ τῶν Χαναναίων.
19καὶ ἐγένοντο τὰ ὅρια Χαναναίων ἀπὸ Σιδῶνος ἕως ἐλθεῖν εἰς Γέραρα κα Γάζαν, ἕως ἐλθεῖν ἕως Σοδόμων καὶ Γομόρρας, Ἀδαμὰ καὶ Σεβωὶμ ἕως Δασά.
20οὗτοι υἱοὶ ἐν ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.
21Καὶ τῷ Σὴμ ἐγενήθη καὶ αὐτῶ, πατρὶ πόντων τῶν υἱῶν Ἔβερ, ἀδελφῷ ἸάΦεθ τοῦ μείζονος.
22υἱοὶ Σῆμ’. Αἰλὰμ καὶ Ἀσσοὺρ καὶ Ἀρφαξὰδ καὶ Λοὺδ καὶ Ἀράμ.
23καὶ υἱοὶ Ἀράμ· Ὤς καὶ Οὔλ καὶ Γάθερ καὶ Μόσοχ.
24καὶ Ἀρφαξὰδ ἐγέννησεν τὸν Καινάμ, καὶ Καινὰμ ἐγέννησεν τὸν Σάλα, Σάλα δὲ τὸν Ἔβερ.
25καὶ τῷ Ἔβερ ἐγεννήθησαν δύο υἱοί· ὄνομα τῷ ἑνὶ Φάλεκ, ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ, καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰεκτάν.
26Ἰεκτὰν δὲ ἐγέννησεν τὸν Ἐλμωδὰδ καὶ τὸν Σάλεφ καὶ τὸν Ἁσαρμὼθ καὶ Ἰάραδ
27καὶ Ὀδοππἀ καὶ Αἰζὴλ καὶ Δεκλὰ
28καὶ Ἀβιμεἠλ καὶ Σαβεῦ
29καὶ Οὐφεὶρ καὶ Εὔειλά καὶ Ἰωβὄβ. πάντες οὗτοι υἱοὶ Ἱεκτάν.
30καὶ ἐγένετο ἡ κατοίκησις αὐτῶν ἀπὸ Μασσηὲ ἕως ἐλθεῖν εἰς Σωφήρα, ὄρος ἀνατολῶν.
31οὗτοι οἱ υἱοὶ Σῆμ’ ἐν ταῖς φυλαῖς κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.
32Αὗται αἱ φυλαὶ υἱῶν Νῶε κατὰ γενέσεις αὐτῶν, κατὰ ἔθνη αὐτῶν· ἀπὸ τούτων διεσπάρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμόν.
Abrir Génesis 10 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario