Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Génesis 12 en hebreo y español.
1Καὶ εἶπεν κύριος τῷ Ἁβρἀμ Ἔξελθε ἐκ τῆς γῆς σου καὶ συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, εἰς τὴν γῆν ἢν ἄν δείξω.
2καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε καὶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογητός·
3καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι, καὶ εὐλογηθήσονται ἐν σοὶ πᾶσαι οἱ φυλαὶ τῆς γῆς.
4καὶ ἐπορεύθη Ἀβρὰμ καθάπερ κύριος, καὶ ᾤχετο μετ’ αὐτοῦ Λώτ· Ἀβρὰμ δὲ ἦν ἐτῶν πέντε ὅτε ἐξῆλθεν ἐκ Χαρράν.
5καὶ ἔλαβεν Ἀβρὰμ τὴν Σάρα αὐτοῦ καὶ τὸν Λὼτ υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ πάντα τὰ ὐπά αὐτῶν ὅσα ἐκτήσαντο καὶ πᾶσαν ψυχὴν ἢν ἐκτήσαντο ἐκ Χαρράν, καὶ ἐξήλθοσαν πορευθῆναι εἰς γῆν Χανάαν καὶ ἦλθον εἰς γῆν Χανάαν.
6καὶ διώδευσεν Ἁβρὰμ εἰς τὸ μῆκος αὐτῆς ἕως τοῦ τόπου Συχέμ, ἐπὶ δρῦν τὴν ὑψηλήν· οἱ δὲ Χαναναῖοι τότε κατῴκουν τὴν γῆν.
7καὶ ὤφθη Κύριος τῷ Ἀβρὰμ καὶ εἶπεν αὐτῷ τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην· καὶ ᾠκοδόμησεν ἐκεῖ Ἀβρὰμ θυσιαστήριον κυρίῳ τῷ ὀφθέντι αὐτῶ.
8καὶ ἀπέστη ἐκεῖθεν εἰς τὸ ὄρος κατ’ ἀνατολὰς Βαιθήλ, ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ ἐν Βαιθὴλ κατὰ θάλασσαν καὶ κατ’ ἀνατολάς· καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ καὶ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματι κυρίου.
9καὶ ἀπῆρεν Ἀβρὰμ ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ.
10Καὶ ἐγένετο λιμὸς ἐπὶ τῆς γῆς· καὶ κατέβη Ἀβρὰμ παροικῆσαι ἐκεῖ, ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς γῆς.
11ἐγένετο δὲ ἡνίκα ἤγγισεν Ἀβρὰμ εἰσελθεῖν εἰς Αἴγυπτον, εἶπεν Ἀβρὰμ Σάρα γυναικὶ αὐτοῦ Γινώσκω ἐγὼ ὅτι γυνὴ εὐπρόσωπος εἶ·
12ἔσται οὖν ὡς ἄν ἴδωσίν σε οἱ Αἰγύπτιοι, ἐροῦσιν ὅτι Γυνὴ αὐτοῦ ἐστὶν αὐτή· καὶ ἀποκτενοῦσίν με, σὲ δὲ περιποιήσονται.
13εἰπὸν οὖν ὅτι Ἀδελφὴ αὐτοῦ εἰμί, ὅπως ἄν εὖ μοι γένηται διὰ σέ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ.
14ἐγένετο δὲ ἡνίκα εἰσῆλθεν Ἀβράμ εἰς Μrπτον, ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα αὐτοῦ ὅτι καλὴ ἦν σφόδρα,
15καὶ ἴδον αὐτὴν οἱ ἄρχοντες Φαραὼ καὶ ἐπῄνεσαν αm̓ὴν πρὸς Φαραὼ καὶ εἰσήγαγον αὐτὴν πρὸς Φαραώ.
16καὶ τῷ Ἁβρὰμ εὑ ἐχρήσαντο δι' αm̓ήν, καὶ ἐγένοντο αὐτῷ πρόβατα καὶ μόσχοι καὶ ὄνοι, παῖδες κα παδσκαι, ἡμίονοι καὶ κάμηλοι.
17καὶ ἤτασεν ὁ θεὸς τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς καὶ τὸν οἶκον αὐτοῦ περὶ Σόρας τῆς γυναικὸς
18καλέσας δὲ Φαραὼ τὸν Ἀβρὰμ εἶπεν Τί τοῦτο ἐποίησάς μοι, ὄτι οὐκ ἀπήηειλός μοι ὅτι γυνή σού ἐστιν;
19ἵνα τί εἴπας ὅτι μού ἐστιν,. καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ εἰς γυναῖκα. κα νῦν ἰδοὺ ἡ γυνή σου ἐναντίον σου· λαβὼν ἀπότρεχε.
20καὶ ἐνετείλατο Φαραὼ ἀωδράσιν περὶ Ἀβράμ, συνπροπέμψαι αὐτὸν καὶ τὴν γυναῖκα καὶ πάντα ὅσα ἦν αὐτῷ, καὶ Λὼτ μετ’ αὐτοῦ.
Abrir Génesis 12 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario