Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Génesis 25 en hebreo y español.
1Προσθέμενος δὲ Ἀβραὰμ ἔλαβεν γυναῖκα ᾗ ὄνομα Χεττούρα.
2ἔτεκεν δὲ αὐτῷ τὸν Ζεβρὰν καὶ τὸν Ἰεξὰν καὶ τὸν τὸν καὶ τὸν Μαδιάμ καὶ τὸν Ἰεσβὸκ καὶ τὸν Σωύε.
3Ἰεξάν δὲ ἐγέννησεν τὸν Σαβᾶν καὶ τὸν Θαιμὰν καὶ τὸν Δαιδάν· υἱοὶ δὲ Δαιδὰν ἐγένοντο Ῥαγουὴλ καὶ Ναβδεὴλ καὶ Ἀσουρὶμ καὶ Λατουσιεὶμ καὶ Λοωμείμ·
4υἱοὶ δὲ Μαδιὰμ Γεφὰρ καὶ Ἄφερ καὶ Ἑνὼχ καὶ Ἀβιρὰ καὶ Θεργαμά. οὗτοι πάντες ἦσαν υἱοὶ Χεττούρας.
5ἔδωκεν δὲ Ἀβραὰμ πάντα τὰ ὑπάρχοντα αὐτοῦ Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ·
6καὶ τοῖς υἱοῖς τῶν παλλακῶν αὐτοῦ ἔδωκεν Ἀβραὰμ δόματα, καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ ἔτι ζῶντος αὐτοῦ πρὸς ἀνατολὰς εἰς γῆν ἀνατολῶν.
7ταῦτα δὲ τὰ ἔτη ἡμερῶν ζωῆς Ἀβραὰμ ὅσα ἔζησεν, ἑκατὸν ἑβσομήκοντα πέντε ἔτη·
8καὶ ἐκλείπων ἀπέθανεν Ἀβραὰμ ἐν γήρει καλῷ πρεσκαὶ πλήρης ἡμερῶν, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.
9καὶ ν αὐτὸν Ἰσαὰκ καὶ Ἰσμαὴλ οἱ δύο υἱοὶ αὐτοῦ εἰς τὸ σπήλαιον τὸ διπλοῦν, εἰς τὸν ἀγρὸν Ἐφρὼν τοῦ Σάαρ τοῦ ετταίου, ὅ ἐστιν ἀπέναντι Μαμβρή,
10τὸν ἀγρὸν καὶ τὸ σπήλαιον ὃ ἐκτήσατο Ἀβραὰμ παρὰ τῶν υἱῶν Χέτ· ἐκεῖ ἔθαψαν Ἀβραὰμ καὶ Σάρραν τὴν αὐτοῦ.
11ἐγένετο δὲ μετὰ τὸ ἀποθανεῖν Ἀβραὰμ εὐλόγησεν ὁ θεὸς τὸν Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ· καὶ κατῲκησεν Ἰσαὰκ παρὰ τὸ φρέαρ τῆς
12Αὗται δὲ αἱ γενέσεις Ἰσμαὴλ τοῦ υἱοῦ Ἀβραάμ, ὃν Ἁγὰρ ἡ παιδίσκη Σάρρας τῷ Ἀβραάμ.
13καὶ ταῦτα τὰ ὀνόματα σμαὴλ κατ’ ὄνομα τῶν γενεῶν αὐτοῦ· πρωτότοκος Ἱσμαὴλ Ναβαιώθ, καὶ Κηδὰρ καὶ Ναβδεὴλ καὶ ασσὰμ
14καὶ Μασμὰ καὶ Ἰδουμὰ καὶ Μασσὴ
15καὶ Χοδδὰν καὶ Θαιμὰν καὶ Ἰετοὺρ καὶ Ναφὲς καὶ Κέδμα.
16οὗτοί εἰσιν οἱ υἱοὶ Ἰσμαήλ, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν ἐν ταῖς σκηναῖς αὐτῶν καὶ ἐν ταῖς ἐπαύλεσιν αὐτῶν· δώδεκα ἄρχοντες κατὰ ἔθνος αὐτῶν.
17καὶ ταῦτα τὰ ἔτη τῆς ζωῆς Ἰσμαήλ, ἑκατὸν τριάκοντα ἑπτὰ ἔτη· καὶ ἐκλείπων ἀπέθανεν καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ.
18κατῴκησεν δὲ ἀπὸ Εὑειλὰτ ἕως Σουήλ, ἥ ἐστιν κατὰ πρόσωπον Αἰγύπτου ἕως ἐλθεῖν πρὸς Ἀσσυρίους· κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατῴκησεν.
19αὗται αἱ γενέσεις τοῦ υἱοῦ Ἀβραάμ· Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ.
20ἦν δὲ ἐτῶν τεσσεράκοντα ὅτε ἔλαβεν τὴν Ῥεβέκκαν θυγατέρα Βαθουὴλ τοῦ Σύρου ἐκ τῆς Μεσοποταμίας, ἀδελφὴν Λαβὰν τοῦ Σύρου, ἑαυτῷ γυναῖκα.
21ἐδεῖτο δὲ Ἰσαὰκ κυρίου περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν. ἐπήκουσεν δὲ αὐτοῦ ὁ θεός, καὶ ἔλαβεν ἐν γαστρὶ Ῥεβέκκα ἡ αὐτοῦ.
22ἐσκίρτων δὲ τὰ παιδία ἐν αὐτῇ· εἶπεν δέ Εἰ οὕτως μοι γίνεσθαι, ἵνα τί μοι τοῦτο ; ἐπορεύθη δὲ πυθέσθαι παρὰ Κυρίου.
23καὶ εἶπεν κύριος αὐτῇ Δύο ἔθνη ἐν τῇ γαστρί σού εἰσιν, καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται· καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι.
24καὶ ἐπληρώθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν· καὶ τῇδε ἦν δίδυμα τῇ γαστρὶ αὐτῆς.
25ἐξῆλθεν δὲ ὁ υἱὸς ὁ πρωτότοκος πυρράκης, ὅ ὡσεὶ δορὰ δασύς· ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ Ἡσαύ.
26καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης Ἠσαύ· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰακώβ. Ἰσαὰκ δὲ ἦν ἐτῶν ἑξήκοντα ὅτε ἐγέννησεν αὐτοὺς Ῥεβέκκα.
27ηὐξήθησαν δὲ οἱ νεανίσκοι. καὶ ἦν Ἠσαὺ ἄνθρωπος εἰδὼς κυνηγεῖν, ἄγροικος· Ἰακὼβ δὲ ἦν ἄνθρωπος ἄπλαστος, οἰκῶν οἰκίαν.
28ἠγάπησεν δὲ Ἰσαὰκ τὸν Ἠσαύ, ὅτι ἡ θήρα αὐτοῦ βρῶσις αὐτῷ· Ῥεβέκκα δὲ ἠγάπα τὸν Ἰακώβ.
29Ἥχηαεν δὲ Ἰακὼβ ἕψεμα· ἦλθεν δὲ Ἠσαὺ ἐκ τοῦ πεδίου ἐκλείπων.
30καὶ εἶπεν Ἠσαὺ τῷ Ἰακώβ Γεῦσόν με ἀπὸ τοῦ ἑψέματος τοῦ πυρροῦ τούτου, ὅτι ἐκλείπω ἐγώ· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἐδώμ.
31εἶπεν δὲ Ἰακὼβτῷ Ἠσαύ Ἀπόδου μοι σήμερον τὰ πρωτοτοκεῖά σου ἐμοί.
32εἶπεν δὲ Ἠσαύ Ἰδοὺ ἐγὼ πορεύομαι τελευτᾷν, καἰ ἵνα τί μοι ταῦτα τὰ πρωτοτοκεῖα ;
33καὶ εἶπεν αὐτῷ Ἰακώβ μοι σήμερον. καὶ ὤμοσεν αὐτῷ· ἀπέδοτο δὲ Ἠσαὺ τὰ πρωτοτῷ Ἰακώβ.
34Ἰακὼβ δὲ ἔδωκεν τῷ Ἠσαὺ ἄρτον καὶ ἕψεμα φακοῦ· καὶ ἔφαγεν καὶ ἔπειεν, καὶ ἀναστὰς ᾤχετο· καὶ ἐφαύλισεν Ἠεσὺ τὰ π ρωτοτοκεῖα.
Abrir Génesis 25 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario