Génesis 29

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Génesis 29 en hebreo y español.

1Καὶ ἐξάρας Ἰακὼβ τοὺς πόδας ἐπορεύθη εἰς γῆν ἀνατολῶν Λαβὰν τὸν υἱὸν Βαθουὴλ τοῦ Σύρου, ἀδελφὸν δὲ Ῥεβέκκας μητρὸς Ἰακὼβ κοὶ Ἠσαύ.

2καὶ ὁρᾷ, καὶ ἰδοὺ φρέαρ ἐν τῷ πεδίῳ. ἦσαν ἐκεῖ τρία ποίμνια προβάτων ἀναπαυόμενα ἐπὶ τὸ αὐτό· ἐκ γὰρ τοῦ φρέατος ἐκείνου ἐπότιζον τὰ ποίμνια· λίθος δὲ ἦν μέγας ἐπὶ τῷ στόματι τοῦ φρέατος.

3καὶ συνήγοντο ἐκεῖ πάντα τὰ ποίμνια, καὶ ἀπεκύλιον τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ἐπότιζον τὰ πρόβατα, καὶ ἀπεκαθίστων τὸν λίθον ἐπὶ τὸ στόμα τοῦ φρέατος εἰς τὸν τόπον αὐτοῦ.

4εἶπεν δὲ αὐτοῖς Ἰακώβ Ἀδελφοί, πόθεν ὑμεῖς; οἱ δὲ εἶπαν Ἐκ Χαρράν ἐσμεν.

5εἶπεν δὲ αὐτοῖς Λαβὰν τὸν υἱὸν Ναχώρ; οἱ δὲ εἶπαν Γινώσκομεν.

6εἶπεν δὲ Ὑγιαίνει; οἱ δὲ εἶπαν Ὑγιαίνει. ἔτι αὐτοῦ λαλοῦντος καὶ ἡ θυγάτηρ αὐτοῦ ἤρχετο μετὰ τῶν προβάτων τοῦ πατρὸς αὐτῆς· αὐτὴ γὰρ ἔβοσκεν τὰ πρόβατα τοῦ πατρὸς αὐτῆς.

7καὶ εἶπεν Ἰακώβ Ἕτι ἐστὶν ἡμέρα πολλή, οὔπω ὥρα συναχθῆναι τὰ κτήνη· ποτίσαντες τὰ πρόβατα ἀπελθόντες βόσκετε.

8οἱ εἶπαν Οὐ δυνησόμεθα ἕως τοῦ συναχθῆναι πάντας τοὺς ποιμένας, καὶ ἀποκυλίσωσι τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ Φρέατος, καὶ ποτιοῦμεν τὰ πρόβατα.

9ἔτι αὐτοῦ λαλοῦντος αὐτοῖς, καὶ Ῥαχὴλ ἡ θυγάτηρ Λαβὰν ἤρχετο μετὰ τῶν προβάτων τοῦ πατρὸς αὐτῆς· αὐτὴ γὰρ ἔβοσκεν τὰ πρόβατα τοῦ πατρὸς αὐτῆς.

10ἐγένετο δὲ ὡς ἴδεν Ἰακὼβ τὴν Ῥαχὴλ θυγατέρα Λαβὰν ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ προσελθὼν Ἰακὼβ ἀπεκύλισεν τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ἐπότισεν τὰ πρόβατα λαβὰν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ.

11καὶ ἐφίλησεν Ἰακὼβ τὴν Ραχήλ, καὶ βοήσας τῇ φωνῇ αὐτοῦ ἔκλαυσεν.

12καὶ ἀνήγγειλεν τῇ Ῥαχὴλ ὅτι ἀδελφὸς τοῦ πατρὸς αὐτῆς ἐστίν, καὶ ὅτι υἱὸς ’ ἐστίν· καὶ δραμοῦσα ἀπήγγειλεν τῷ πατρὶ αὐτῆς κατὰ τὰ ῥήματα ταῦτα.

13καὶ ἐγένετο ὡς ἤκουσεν Λαβὰν τὸ ὄνομα Ἰακὼβ τοῦ υἱοῦ τῆς ἀδελφῆς αὐτοῦ, ἔδραμεν εἰς συνάντησιν αὐτοῦ, καὶ περιλαβὼν αὐτὸν ἐφίλησεν, καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ· καὶ διηγήσατο τῷ Λαβὰν πάντας τοὺς λόγους τούτους.

14καὶ εἶπεν αὐτῶ Λαβάν Εκ τῶν ὀστῶν μου καὶ ἐκ τῆς σαρκός μου εἰ σύ· καὶ ἦν μετ’ αὐτοῦ μῆνα ἡμερῶν.

15εἶπεν δὲ Λαβὰν τῷ Ἰακώβ ὅτι γὰρ ἀδελφός μου εἶ, οὐ δουλεύσεις μοι δωρεάν· ἀπάγγειλόν μοι τίς ὁ μισθός σού ἐστιν.

16τῷ δὲ Λαβὰν ἦσαν δύο θυγατέρες· ὄνομα τῇ μείζονι λεία, καὶ ὄνομα τῇ νεωτέρᾳ Ῥαχήλ.

17οἱ δὲ ὀφθαλμοὶ Λείας ἀσθενεῖς· Ῥαχὴλ δὲ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει.

18ἠγάπησεν δὲ Ἰακὼβ τὴν Ῥαχήλ, κα εἶπεν Δουλεύσω σοι ἑπτὰ ἔτη περὶ Ῥαχὴλ τῆς θυγατρός σου τῆς Ῥαχήλ, νεωτέρας.

19εἶπεν δὲ αὐτῷ Λαβάν βέλτιον δοῦναί με αὐτὴν σοὶ ἢ δοῦναί με αὐτὴν ἀνδρὶ ἑτέρῳ· οἴκησον μετ’ ἐμοῦ.

20καὶ ἐδούλευσεν Ἰακὼβ περὶ Ῥαχὴλ ἑπτὰ ἣ.

21εἶπεν δὲ Ἰακὼβ τῷ Λαβάν Ἀπόδος μοι τὴν γυναῖκά μου· πεπλήρωνται γὰρ αἱ ἡμέραι μου ὅπως εἰσέλθω πρὸς αὐτήν.

22συνήγαγεν δὲ λαβὰν πάντας τοὺς ἄνδρας τοῦ τόπου καὶ ἐποίησεν γάμον.

23καὶ ἐγένετο ἑσπέρα· καὶ λαβὼν Λείαν τὴν θυγατέρα αὐτοῦ εἰσήγαγεν αὐτὴν πρὸς Ἰακώβ, καὶ εἰσῆλθεν πρὸς αὐτὴν Ἰακώβ.

24ἔδωκεν δὲ Λαβὰν Ζέλφαν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην.

25ἐγένετο δὲ πρωί, καὶ ἰδοὺ εἶπεν δὲ Ἰακὼβ λαβάν Τί τοῦτο ἐποίησάς μοι; οὐ περὶ Ῥαχὴλ ἐδούλευσα σοί; καὶ ἴνα τί παρελογίσω με;

26εἶπεν δὲ Λαβάν οὐκ οὕτως ἐν τῷ τόπῳ ἡμῶν, δοῦναι τὴν νεωτέραν πρὶν ἢ τὴν πρεσβυτέραν·

27συντέλεσον οὖν τὰ ἕβδομα ταύτης, καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας ἧς ἐργᾷ παρ’ ἐμοὶ ἔτι ἑπτὰ ἕτη ἕτερα.

28ἐποίησεν δὲ Ἰακὼβ οὕτως, καὶ ἀνεπλήρωσεν τὰ ἕβδομα ταύτης· καὶ ἔδωκεν Λαβὰν Ῥαχἠλ τὴν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα.

29ἔδωκεν δὲ Λαβὰν Ῥαχὴλ τῇ θυγατρὶ αὐτοῦ Βάλλαν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην.

30καὶ εἰσῆλθεν πρὸς Ραχήλ· ἠγάπησεν δὲ Ῥαχὴλ μᾶλλον ἢ Λείαν· ἐδούλευσεν αὐτῷ ἑπτὰ ἔτη ἕτε ῥα.

31Ἰδὼν δὲ κύριος ὁ θεὸς μισεῖται Λεία, ἤνοιξεν τὴν μήτραν αὐτῆς· Ῥαχὴλ δὲ ἦν στεῖρα.

32καὶ συνέλαβεν Λεία καὶ ἔτεκεν υἱὸν τῷ Ἰακώβ· ἐκάλεσεν δὲ τὸ ὄνομα αὐτοῦ Ῥουβὴν λέγουσα Διότι εἶδέν μου κύριος τὴν ταπείνωσιν· νῦν ἀγαπήσει με ὁ ἀνήρ μου.

33καὶ συνέλαβεν πάλιν Λεία καὶ ἔτεκεν τῷ Ἰακώβ, καὶ εἶπεν ὅτι Ἤκουσεν κύριος ὅτι μισοῦμαι, καὶ ἐν μοι καὶ τοῦτον· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Συμεών.

34καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱόν, καὶ εἶπεν Ἐν τῷ νῦν καιρῷ πρὸς ἐμοῦ ἔσται ὁ ἀνήρ μου, τέτοκα γὰρ αὐτῷ τρεῖς υἱούς· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Λευί.

35καὶ συλλαβοῦσα ἔτι ἔτεκεν υἱόν, εἶπεν Νῦν ἔτι τοῦτο ἐξομολογήσομαι κυρίῳ· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰουδά. καὶ ἔστη τοῦ τίκτειν.

Abrir Génesis 29 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario