Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Génesis 35 en hebreo y español.
1Εἶπεν δὲ ὁ θεὸς πρὸς Ἰακώβ Ἀνασὰς ἀνάβηθι εἰς τὸν τόπον λ, καὶ οἴκει ἐκεῖ· καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ θεῷ τῷ ὀφθέντι σοι ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Ἠσαὺ τοῦ ἀδελφοῦ σου.
2εἶπεν δὲ Ἰακὼβ τῷ οἴκῳ αὐτοῦ καὶ πᾶσιν τοῖς μετ’ αὐτοῦ Ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν, καὶ καθαρίσασθε, καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν·
3καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθήλ, καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ θεῷ τῷ ἐπακούσαντί μοι ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ’ ἐμοῦ καὶ διέσωσέν με ἐν τῇ ὁδῷ ᾗ ἐπορευόμην.
4καὶ ἔδωκαν τῷ Ἰακὼβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν· καὶ κατέκρυψεν αὐτὰ Ἰακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σικίμοις, καὶ ἀπώλεσεν αὐτὰ ἕως τῆς σήμερον ἡμέρας.
5καὶ ἐξῆρεν Ἰσραὴλ ἐκ Σικίμων· καὶ ἐγένετο φόβος θεοῦ ἐπὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῶν, καὶ οὐ κατεδίωξαν ὀπίσω τῶν υἱῶν Ἰσραήλ.
6ἦλθεν δὲ Ἰακὼβ εἰς Λοῦζα ἥ ἐστιν ἐν γῇ Χανάαν, ἥ ἐστιν Βαιθήλ, αὐτὸς καὶ πᾶς ὁ λαὸς ὃς ἦν μετ’ αὐτοῦ.
7καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον, καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκεῖ γὰρ ἐπεφάνη αὐτῷ ὁ θεὸς ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Ἠσαὺ τοῦ ἀδελφοῦ αὐτοῦ.
8ἀπέθανεν δὲ Δεββωρὰ ἡ Ῥεβέκκας κατώτερον Βαιθὴλ ὑπὸ τὴν βάλανον· καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα αὐτῆς βάλανος πένθους.
9Ὤφθη δὲ ὁ θεὸς Ἰακὼβ ἔτι ἐν Λοῦζα, ὅτε παρεγένετο ἐκ Μεσοποταμίας τῆς Συρίας, καὶ ηὐλόγησεν αὐτὸν ὁ θεός.
10καὶ εἶπεν αὐτῷ ὁ θεός Τὸ ὄνομά σου οὐ ἔτι Ἰακώβ, ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου.
11εἶπεν δὲ αὐτῷ θεός Ἐγὼ ὁ θεός σου· αὐξάνου καὶ πληθύνου· καὶ ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἔσονται ἐκ σοῦ, καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἑ
12καὶ τὴν γῆν ἢν δέδωκα Ἀβραὰμ καὶ Ἰσαάκ, σοὶ τῷ σπέρματί σου μετὰ σὲ δώσω τὴν γῆν ταύτην.
13ἀνέβη δὲ ὁ ἀπ’ αὐτοῦ ἐκ τοῦ τόπου οὗ ἐλάλησεν μετ’ αὐτοῦ.
14καὶ ἔστησεν Ἰακὼβ στήλην ἐν τῷ τόπῳ ᾧ ἐλάλησεν μετ’ αὐτοῦ, στήλην λιθίνην· καὶ ἔσπεισεν ἐπ’ αὐτὴν σπονδήν, καὶ ἐπέχεεν ἐπ’ αὐτὴν ἔλαιον.
15καὶ ἐκά Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου, ἐν ᾧ ἐλάλησεν μετ’ αὐτοῦ ἐκεῖ ὁ
16Ἀπάρας δὲ Ἰακὼβ ἐκ Βαιθὴλ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ τοῦ πύργου Γάδερ. ἐγένετο δὲ ἡνίκα ἤγγισεν χαβραθὰ εἰς γῆν ἐλθεῖν Ἐφράθα, ἔτεκεν Ῥαχήλ· καὶ ἐδυστόκησεν ἐν τῷ τοκετῷ.
17ἐγένετο δὲ ἐν τῷ σκληρῶς αὐτὴν τίκτειν εἶπεν αὐτῇ ἡ μαῖα Θάρσει, καὶ γὰρ οὗτός ἐστιν υἱός.
18ἐγένετο δὲ ἐν τῷ ἀφιέναι αὐτὴν τὴν ψυχήν, ἀπέθνησκεν γάρ, ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Υἱὸς ὀδύνης μου· ὁ δὲ πατὴρ αὐτοῦ ἐκάλεσεν αὐτὸν Βενιαμείν.
19ἀπέθανεν δὲ Ῥαχήλ, καὶ ἐτάφη ἐν τῇ ὁδῷ Ἐφράθα· αὕτη ἐστὶν Βηθλέεμ.
20καὶ ἔστησεν Ἰακὼβ στήλην ἐπὶ τοῦ μνημείου αὐτῆς· αὕτη ἐστὶν στήλη μνημείου Ῥαχὴλ ἕως τῆς σήμερον ἡμέρας
21ἐγένετο δὲ ἡνίκα κατῴκησεν Ἰσραὴλ ἐν τῇ γῇ ἐκείνῃ, ἐπορεύθη Ῥουβὴν καὶ ἐκοιμήθη μετὰ Βάλλας τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ· καὶ ἤκουσεν Ἰσραήλ, καὶ πονηρὸν ἐφάνη ἐναντίον αὐτοῦ.
22Ἦσαν δὲ οἱ υἱοὶ Ἰακὼβ δώδεκα·
23υἱοὶ Λείας πρωτοτόκους Ἰακὼβ Ῥουβήν, Συμεών, Λευείς, Ἰούδας, Ἰσσαχάρ, Ζαβουλών·
24υἱοὶ δὲ Ῥαχὴλ Ἰωσὴφ καὶ Βενιαμείν·
25υἱοὶ δὲ Βάλλας παιδίσκης Ῥαχὴλ Δὰν καὶ Νεφθαλείμ·
26υἱοὶ δὲ Ζέλφας παιδίσκης λείας Γὰδ καὶ Ἀσήρ· οὗτοι οἱ υἱοὶ Ἰακώβ, οἳ ἐγένοντο αὐτῷ ἐν Μεσοποταμίᾳ τῆς Συρίας.
27Ἦλθεν δὲ Ἰακὼβ πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ εἰς ἡ, εἰς πόλιν τοῦ πεδίου· αὕτη ἐστὶν Χεβρὼν ἐν γῇ Χαναάαν, οὗ Ἀβραὰμ καὶ Ἰσαάκ.
28ἐγένοντο δὲ αἱ ἡμέραι Ἰσαὰκ ἃς ἔτη ἑκατὸν ὀγδοήκοντα.
29καὶ ἐκλιπὼν ἀπέθανεν, καὶ προσεπρὸς τὸ γένος αὐτοῦ πρεσβύτερος καὶ πλήρης ἡμερῶν· καὶ ἔθαψαν αὐτὸν Ἠσαὺ καὶ Ἰακὼβ οἱ υἱοὶ αὐτοῦ.
Abrir Génesis 35 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario