Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Génesis 38 en hebreo y español.
1Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ κατέβη Ἰούδας ἀπὸ τῶν αὐτοῦ, καὶ ἀφίκετο ἓως πρὸς ἂνθρωπόν τινα τινα Ὀδολλαμίτην ᾧ ὄνομα Είρᾶς῎
2καὶ ἴδεν ἐκεῖ Ἰούδας θυγατέρα ἀνθρώπου ἀνθρώπου ἧ Σαύα. καὶ ἒλαβεν αὐτὴν καὶ εἰσῆλθεν πρὸς αὐτήν.
3καὶ συλλαβοῦσα ἒτεκεν υἱόν, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἢρ.
4καὶ συλλαβοῦσα ἔτεκεν υἱόν, καὶ ἐκάλεσεν τὸ ὂνομα αὐτοῦ Αύγάν.
5καὶ π ρπσιεῖσα ἔτι ἔτεκεν υἱόν, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σηλώμ. αὕτη δὲ ἦν ἐν Χασβὶ ἡνίκα ἒτεκεν αὐτούς.
6καὶ ἔλαβεν Ἰούδας γυναῖκα Ἢρ τῷ πρωτοτόκῳ αὐτοῦ, ᾗ ὄνομα Θαμάρ.
7ἐγένετο δὲ Ἢρ πρωτότοκος Ἰούδα πονηρὸς ἐναντίον κυρίου, καὶ ἀπέκτεινεν αὐτὸν ὁ θεός.
8εῖπεν δὲ Ἰούδας τῷ Αύνάν Εἲσελθε πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου καὶ γάμβρευσαι αὐτήν, καὶ ἀνάστησον σπέρμα τῷ ἀδελφῷ σου.
9γνοὺς δὲ Αύνὰν ἣτι οὐκ αὐτῷ ἔσται τὸ σπέρμα, ἐγίνετο, ὃταν εἰσήρχετο πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, ἐξέχεεν ἐπὶ τὴν γῆν τοῦ μὴ δοῦναι σοέρνα τῷ ἀδελφῷ αὐτοῦ.
10πονηρὸν δὲ ἐφάνη τὸ ῥῆμα ἐναντίον θεοῦ ὅτι ἐποίησεν τοῦτο, καὶ ἐθανάτωσεν καὶ τοῦτον.
11εἶπεν δὲ Ἰούδας Θαμὰρ τῇ νύμφῃ αὐτοῦ Κάθου χήρα ἐν τῷ οἴκῳ τοῦ πατρός σου ἕως μέγας γένηται Σηλὼμ ὁ υἱός μου· εἶπεν γάρ Μή ποτε ἀποθάνῃ καὶ οὗτος ὥσπερ οἱ ἀδελφοὶ αὐτοῦ. ἀπελθοῦσα δὲ Θαμάρ ἐκάθητο ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς.
12ἐπληθύνθησαν δὲ αἱ ἡμέραι καὶ ἡμέραι καὶ ἀπέθανεν Σαύα ἡ γυνὴ Ἰούδα· καὶ παρακληθεὶς Ἰούδας ἀνέβη ἐπὶ κείρονταςτὰ πρόβατα αὐτοῦ, αὐτὸς καὶ Εἱρᾶς ὁ ποιμὴν αὐτοῦ ὁ Ὀδολλαμείτης, εἰς Θαμνά.
13καὶ ἀπηγγέλη Θαμὰρ τῇ νύμφῃ αὐτοῦ λέγοντες ἰδοὺ ὁ πενθερός σου ἀνέβη εἰς Θαμνὰ κεῖραι τὰ πρόβατα αὐτοῦ.
14κα ὶ περιελομένη τὰ ἱμάτια τῆς χηρεύσεως ἀφ’ ἑαυτῆς περιεβάλετο θερίστρῳ καὶ ἐκαλλωπίσατο, καὶ ἐκάθισεν πρὸς ταῖς πύλαις Αἰνάν, ἥ ἐστιν ἐν παρόδῳ Θαμνά. ἴδεν γὰρ ὅτι μέγας γέγονεν Σηλὼμ ὁ υἱὸς αὐτοῦ, αὐτὸς δὲ οὐκ ἒδωκεν αὐτὴν αὐτῷ γυναῖκα.
15καὶ ἰδὼν αὐτὴν Ἰούδας ἒδοξεν αὐτὴν πόρνην εἶναι· κατεκαλύψατο γὰρ τὸ πρόσωπον αὐτῆς, καὶ οὐκ ἐπέγνω αὐτήν.
16ἐξέκλινεν δὲ πρὸς αὐτὴν τὴν ὁδὸν καὶ εἶπεν αὐτῇ Ἒασόν με εἰσελθεῖν πρὸς σέ· οὐ γὰρ ἒγνω ὃτι ἡ νύμφη αὐτοῦ ἐστίν. ἡ δὲ εἶπεν Τί μοι δώσεις ἐὰν εἰσέλθῃς πρὸς μέ ;
17ὁ δὲ εἶπεν Ἐγὠ σοι ἀποστέλλω ἔριφον αἰγῶν ἐκ τῶν προβάτων. ἡ δὲ εἶπεν Ἐὰν δῷς ἀρραβῶνα ἕως τοῦ ἀποστεῖλαί σε.
18ὁ δὲ εἶπεν τίνα τὸν ἀρραβῶνά σοι δώσω ; ἠ’ δὲ εἶπεν τὸν δακτύλιόν σου καὶ τὸν ὁρμίσκον καὶ τὴν ῥάβδον τὴν ἐν τῇ χειρί σου. καὶ ἔδωκεν αὐτῇ, καὶ εἰσῆλθεν πρὸς αὐτήν· καὶ ἐν γαστρὶ ἔλαβεν ἐξ αὐτοῦ.
19καὶ ἀναστᾶσα ἀπῆλθεν, καὶ περιείλατο τὸ θέριστρον ἀφ’ ἑαυτῆς, καὶ ἐνεδύσατο τὰ ἱμάτια τῆς αὐτῆς.
20ἀπέστειλεν δὲ Ἰούδας τὸν ἔριφον ἐξ αἰγῶν ἐν ὶ τοῦ ποιμένος αὐτοῦ τοῦ ’οδολλαμείτου, κομίσασθαι τὸν ἀρραβῶνα παρὰ τῆς γυναικός· καὶ οὐχ εὗρεν αὐτήν.
21ἐπηρώτησεν δὲ τοὺς ἂνδρας τοὺς ἐπὶ τοῦ τόπου Ποῦ ἐστιν ἡ πόρνη ἡ γενομένη ἐν Αἰνὰν τῆς ὁδοῦ ; καὶ εἶπαν οὐκ ἦν ἐνταῦθα πόρνη.
22καὶ ἀπεστράφη πρὸς Ιούδαν καὶ εἶπεν οὐχ εὗρον, καὶ οἱ ἄνθρωποι οἱ ἐκ τοῦ τόπου λέγου. σιν μὴ εἶναι ἐνταῦθα πόρνην.
23εἶπεν δὲ Ἰούδας Ἐχέτω αὐτά, ἀλλὰ μή ποτε καταγελασθῶμεν· ἐγὼ μὲν ἀπέσταλκα τὸν ἔριφον τοῦτον, σὺ δὲ οὐχ εὕρηκας.
24ἐγένετο δὲ μετὰ τρίμηνον ἀπηγγέλη τῷ Ἰούδᾳ λέγοντες Ἐκπεπόρνευκεν Θαμάρ ἡ νύμφη σου, καὶ ἰδοὺ ἐν γαστρὶ ἕλει ἐκ πορνείας. εἶπεν δὲ Ἰούδας Ἐξαγάγετε αὐτὴν καὶ κατακαυθήτω.
25αὐτἠ δὲ ἀγομένη ἀπέστειλεν πρὸς τὸν πενθερὸν αὐτῆς λέγουσα Ἐκ τοῦ ἀνθρώπου τίνος ταῦτά ἐστιν ἐγὼ ἐν γαστρὶ ἔχω· καὶ εἶπεν Ἐπίγνωθι τίνος ὁ δακτύλιος κα ὁ ὁρμίσκος καὶ ἡ ῥάβδος αὕτη.
26ἐπέγνω δὲ Ἰούδας καὶ εἶπεν Δεδικαίωται Θαμὰρ ἢ ἐγώ, οὗ εἵνεκεν οὐκ ἔδωκα αὐτὴν Σηλὼμ τῷ υἱῷ μου· καὶ οὐ προσέθετο ἔτι τοῦ γνῶναι αὐτήν.
27ἐγένετο δὲ ἡνίκα ἒτεκεν, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ κοιλίᾳ αὐτῆς.
28ἐγένετο δὲ ἐν τῷ τίκτειν αὐτὴν ὁ εἷς προεξήνεγκεν τὴν χεῖρα· λαβοῦσα δὲ ἡ μαῖα ἔδησεν ἐπὶ τὴν χεῖρα αὐτοῦ κόκκινον, λέγουσα Οὖ τος ἐξελεύσεται πρότερος.
29ἠὼς δὲ ἐπισυνήγαγεν τὴν χεῖρα, καὶ εὐθὺς ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ. ἡ δὲ εἶπεν Τί διεκόπη διὰ σὲ φραγμός ; καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Φάρες.
30καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, ἐφ’ ᾧ ἦν ἐπὶ τὴν χεῖρα αὐτοῦ τὸ κόκκινον· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ζάρα.
Abrir Génesis 38 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario