Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Génesis 40 en hebreo y español.
1Ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα ἥμαρτεν ὁ ἀρχιοινοχόος τοῦ βασιλέως Αἰγύπτου καὶ ὁ ἀρχισιτοποιὸς τῷ κυρίῳ αὐτῶν βασιλεῖ Αἰγύπτου.
2καὶ ὠργίσθη Φαραὼ ἐπὶ τοῖς δυσὶν εὐνούχοις αὐτοῦ, ἐπὶ τῷ ἀρχιοινοχόῳ καὶ ἐπὶ τῷ ἀρχισιτοποιῷ·
3καὶ ἔθετο αὐτοὺς ἐν φυλακῇ παρὰ τῷ ἀρχιδεσμοφύλακι εἰς τὸ δεσμωτήριον, εἰς τὸν τόπον οὗ Ἰωσὴφ ἀπῆκτο ἐκεῖ.
4καὶ συνέστησεν ὁ ἀρχιδεσμώτης τῷ Ἰωσὴφ αὐτούς, καὶ παρέστη αὐτοῖς· ἦσαν δὲ ἡμέρας ἐν τῇ φυλακῇ.
5καὶ ἴδον ἀμφότεροι ἐνύπνιον, ἑκάτερος ἐνύπνιον ἐν μιᾷ νυκτί, ὃεασις τοῦ ἐνυπνίου αὐτοῦ, ὁ ἀρχιοινοχόος καὶ ὁ ἀρχισιτοποιὸς οἳ ἦσαν τῶ βασιλεῖ Αἰγύπτου, οἱ ὄντες ἐν τῷ δεσμωτηρίῳ.
6εἰσῆλθεν δὲ πρὸς αὐτοὺς τὸ πρωὶ Ἰωσήφ, καὶ ἴδεν αὐτοὺς καὶ ἦσαν τεταραγμένοι.
7καὶ ἠρώτα τοὺς εὐνούχους Φαραώ, οἳ ἦσαν μετ’ αὐτοῦ ἐν τῆ φυλακῇ παρὰ τῷ κυρίῳ αὐτοῦ, λέγων Τί ὃτι τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ σήμερον ;
8οἱ δὲ εἶπαν αὐτῷ Ἐνύπνιον ἴδομεν, καὶ ὁ συγκρίνων αὐτὸ οὐκ ἔστιν. εἶπεν δὲ αὐτοῖς Ἰωσήφ οὐχὶ διὰ τοῦ θεοῦ ἡ διασάφησις αὐτῶν ἐστίν ; διηγήσασθε οὖν μοι.
9καὶ διηγήσατο ὁ ἀρχιοινοχόος τὸ ἐνύπνιον αὐτοῦ τῷ ἸωσὴΦ καὶ εἶπεν Ἐν τῷ ὕπνῳ μου ἢν ἄμπελος ἐναντίον μου.
10ἐν ἐν δὲ τῇ ἀμπέλῳ τρεῖς πυθμένες, καὶ αὐτὴ θάλλουσα ἀνενηνοχυῖα βλαστούς· πέπειροι οἱ βότρυες σταφυλῆς.
11καὶ τὸ ποτήριον Φαραὼ ἐν τῇ χειρί μου· καὶ ἔλαβον τὴν σταφυλὴν καὶ ἐξέθλιψα αὐτὴν εἰς τὸ πωήριον, καὶ ἔδωκα τὸ ποτήριον εἰς τὰς χεῖρας Φαραώ.
12καὶ εῖπεν αὐτῷ ’lωσήφ τοῦτο ἡ σύγκρισις αὐτοῦ. οἱ τρεῖς πυθμένες τρεῖς ἡ εἰσίν·
13ἒτι τρεῖς ἡμέραι καὶ μνησθήσεται Φαραὼ τῆς ἀρχῆς σου, καὶ ἀποκαταστήσει σε ἐπὶ τὴν ἀρχιοινοχοίαν σου, καὶ δώσεις τὸ ποτήριον Φαραὼ εἰς τὴν χεῖρα αὐτοῦ κατὰ τὴν ἀρχήν σου τὴν προτέραν, ὡς ἦσθα οἰνοχοῶν·
14ἀλλὰ μνήσθητί μου διὰ σεαυτοῦ ὅταν εὖ σοι γένηται, καὶ ἐμοὶ ἔλεος, καὶ μνησθήσῃ περὶ ἐμοῦ Φαραώ, καὶ ἐξάξεις με ἐκ τοῦ ὀχυρώματος τούτου·
15ὃτι κλοπῇ ἐκλάπην ἐκ γῆς Ἐβραίων, καὶ οὐκ οὐκ ἐποίησα οὐδέν, ἀλλ’ ἐνέβαλόν με εἰς τὸν λάκκον τοῦτον.
16καὶ ἴδεν ὁ ἀρχισιτοποιὸς ὅτι ὀρθῶς συνέκρινεν, καὶ εἶπεν τῷ Ἰωσήφ κἀγὼ ἴδον ἐνύπνιον, καὶ ᾤμην τρία κανᾶ χονδριτῶν αἴρειν ἐπὶ τῆς κεφαλῆς μου·
17ἐν δὲ τῷ κανῷ τῷ ἐπάνω ἀπὸ πάντων τῶν γενημάτων ὦν ὁ βασιλεὺς Φαραὼ ἐσθίει, ἔργον σιτοποιοῦ· καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατήσθιεν αὐτὰ ἀπὸ τοῦ κανοῦ τοῦ ἐπάνω τῆς κεφαλῆς μου.
18ἀποκριυεὶς δὲ ἸωσὴΦ εἶπεν αὐτῷ Αὕτη ἡ σύγκρισις αὐτοῦ. τὰ τρία κανᾶ τρεῖς ἡμέραι εἰσίν·
19ἒτι τριῶν ἡμερῶν ἀφελεῖ Φαραὼ τὴν κεφαλήν σου ἀπὸ σοῦ, καὶ κρεμάσει σε ἐπὶ ξύλου, καὶ φάγεται τὰ ὄρνεα τοῦ οὐρανοῦ τὰς σάρκας σου ἀπὸ σοῦ.
20ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῆ τρίτη ἡμέρα γενέσεως ἦν Φαραώ. καὶ ἐποίει πότον πᾶσι τοῖς παισὶν αὐτοῦ. καὶ ἐμνήσθη τῆς ἀρχῆς τοῦ ἀρχιοινοχόου καὶ τῆς ἀρχῆς τοῦ ἀρχισιτοποιοῦ ἐν μέσῳ τῶν παίδων αὐτοῦ.
21καὶ ἀπεκατέστησεν τὸν ἀρχιοινοχόον ἐπὶ τὴν ἀρχὴν αὐτοῦ, καὶ ἔδωκεν τὸ ποτήριον εἰς τὴν χεῖρα Φαραώ.
22τὀν δὲ ἀρχισιτοποιὸν ἐκρέμασεν, καθὰ συνέκρινεν αὐτοῖς ἸωσήΦ.
23οὐκ ἐμνήσθη δὲ ὁ ἀρχιοινοχόος τοῦ ἸςσήΦ, ἀλλὰ αὐτοῦ.
Abrir Génesis 40 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario