Génesis 49

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Génesis 49 en hebreo y español.

1Ἐκάλεσεν δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν αὐτοῖς Συνάχθητε, ἳνα ἀναηεἰλω ὑμῖν τί ἀπαντήσει ὑμῖν ἐπ’ ἐσχάτων τῶν

2συνάχθητε καὶ ἀκούσατέ μου, υἱοὶ Ἰακώβ· ἀκούσατε Ἰσραήλ, ἀκούσατε τοῦ πατρὸς ὑμῶν.

3Ῥουβὴν πρωτότοκός μου, σὺ ἰσχύς μου καὶ ἀρχὴ τέκνων μου· σκληρὸς φέρεσθαι καἰ σκληρὸς αὐθάδης.

4ἐξύβρισας ὡς ὕδωρ, μὴ ἐκζέσῃς. ἀνέβης γὰρ ἐπ’ τὴν κοιτην του πατρός σου· τότε ἐμίανας τὴν στρωμνὴν οὗ ἀνέβης. ἐμίανας τὴν στρωμνὴν οὗ ἀνέβης.

5Συμεὼν καὶ Λευὶ ἀδελφοί· συνετέλεσαν ἀδικίαν ἐξ αἱρέσεως αὐτῶν.

6εἰς βουλὴν αὐτῶν μὴ ἔλθοι ἡ ψυχή μου, καὶ ἐπὶ τῇ συστάσει αὐτῶν μὴ ἐρίσαι τὰ ἥπατά μου. ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους, καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐγῶν ἐνευροκόπησαν ταῦρον.

7ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης· καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη. διαμεριῶ αὐτοὺς ἐν Ἰακώβ, καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ.

8Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου. προσκυνήσουσίν σοι οἱ υἱοὶ τοῦ πατρός σου.

9σκύμνος λέοντος, Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν ;

10οὐκ ἐκλείψει ἄρχων ἑξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῶ, καὶ αὐτὸς προσδοκία ἐθνῶν.

11δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ· πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν σταφυλῆς σταφυλῆς τὴν περιβολὴν αὐτοῦ.

12χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὑπὲρ οἶνον, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα.

13Ζαβουλὼν παράλιος κατοικήσει, καὶ αὐτὸς παρ’ ὅρμον πλοίων, καὶ παρατενεῖ ἕως Σιδῶνος.

14Ἰσσαχὰρ τὸ καλὸν ἑπεθύμησεν, ἀναπαυόμενος ἀνὰ μέσον τῶν κλήρων·

15καὶ ἰδὼν τὴν ἀνόπαυσιν ὅτι καλή, καὶ τὴν γῆν ὅτι πίων, ὑπέθηκεν τὸν ὦμον αὐτοῦ εἰς τὸ πονεῖν, καὶ ἐγενήθη ἀνὴρ γεωργός.

16Δὰν κρινεῖ τὸν ἑαυτοῦ λαόν, ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ.

17καὶ γενηθήτω Δὰν ὄφις ἐφ’ ὁδοῦ, ένκαθήμενος ἐπὶ τρίβου· δάκνων πτέρναν ἵππου, καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω,

18τὴν σωτηρίαν περιμένων Κυρίου.

19Γάδ, πειρατήριον πειρατεύσει αὐτόν· αὐτὸς δὲ πειρατεύσει αὐτῶν κατὰ πόδας.

20Ἀσήρ, πίων αὐτοῦ ὁ ἄρτος, καὶ αὐτὸς δώσει τρυφὴν ἄρχουσιν.

21Νεφθαλεί, στέλεχος ἀνειμένον, ἐπιδιδοὺς ἐν τῷ γενήματι

22Υἱὸς ηὐξημένος Ἰωσήφ, υἱὸς ηὐξημένος μου ζηλωτός. υἱός μου νεώτατος·

23εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν, καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων·

24καὶ συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτῶν, καὶ ἐξελύθη τὰ νεῦρα βραχιόνων χειρὸς αὐτῶν ἐκεῖθεν ὁ κατίσχυσας Ἰσραήλ· παρὰ θεοῦ τοῦ πατρός σου.

25καὶ ἐβοήθησέν σοι ὁ θεὸς ὁ ἐμός, καὶ εὐλόγησέν σε εὐλογίαν οὐρανοῦ ἄνωθεν, καὶ εὐλογίαν γῆς ἐχούσης πάντα· ἕνεκεν εὐλογίας μαστῶν καὶ μήτρας,

26εὐλογίας πατρός σου καὶ μητρός σου· ὐπερίσχυσεν ἐπ᾿ εὐλοίαις ὀρέων μονίμων, καὶ ἐπ᾿ εἰλογίαις θεινῶν ἀενάων· ἔσονται ἐπὶ κορυφῆς ὧν ἡγήσατο ἀδελφῶν.

27Βενιαμεὶν λύκος ἅρπαξ· τὸ πρωινὸν ἔδεται ἔτι, καὶ εἰς τὸ ἑσπέρας δίδωσιν τροφήν.

28Πάωτες οὗτοι υἱοὶ Ἰακὼβ δώδεκα, καὶ ταῦτα ἐλάλησεν αὐτοῖς ὁ αὐτῶν· καὶ εὐλόγησεν αὐτοὺς ὁ πατήρ, ἕκαστον κατὰ τὴν εὐλογίαν αὐτοῦ εἰλόγησεν αὐτούς.

29καὶ εἶπεν αὐτοῖς Ἐγὼ προστίθεμαι πρὸς τὸν ἐμὸν λαόν· θάψατέ με μετὰ τῶν πατέρων μου ἐν τῷ σπηλαίῳ ὅ ἐστιν ἐν τῷ ἀγρῷ Ἐφρὼν τοῦ Χετταίου,

30ἐν τῷ σπηλαίῳ τῷ διπλῷ τῷ ἀπέναντι Μαμβρὴ ἐν γῇ Χανάαν, ὃ ἐκτήσατο Ἀβραὰμ τὸ σπήλαιον παρὰ Ἐφρὼν τοῦ Χετταίου ἐν κτήσει μνημείου.

31ἐκεῖ ἔθαψαν Αβραὰμ καὶ Σάρραν τὴν γυναὶκα αὐτοὺ· ἐκεὶ ἕκαστον κατὰ καὶ Ῥεβέκκαν τὴν γυναῖκα αὐτοῦ·

32ἐκεῖ ἔθαψαν Λείαν, ἢν κτήσει τοῦ ἀγροῦ καὶ τοῦ σπηλαίου τοῦ ὄντος ἐν αὐτῷ παρὰ τῶν υἱῶν Χέτ.

33Καὶ κατέπαυσεν Ἰακὼβ ἐπιτάσσων τοῖς υἱοῖς αὐτοῦ, καὶ ἐξάρας τοὺς πόδας αὐτοῦ ἐπὶ τὴν κλίνην ἐξέλιπεν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.

Abrir Génesis 49 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario