Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Isaías 15 en hebreo y español.
1Τὸ ὅραμα τὸ κατὰ τῆς Μωαβίτιδος. Νυκτὸς ἀπολεῖται ἡ Μωαβῖτις, νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος.
2λυπεῖσθε ἐφ᾿ ἑαυτοῖς, ἀπολεῖται γὰρ Δαιβηδών, οὗ ὁ βωμὸς ὑμῶν· ἐκεῖ ἀναβήσεσθε κλαίειν, ἐπὶ Ναβαῦ τῆς Μωαβίτιδος. ὀλολύζετε, ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα, πάντες βραχίονες κατατετμημένοι,
3ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασθε σάκκους, καὶ κόπτεσθε ἐπὶ τῶν δωμάτων αὐτῆς, καὶ ἐν ταῖς πλατείαις αὐτῆς καὶ ἐν ταῖς ῥύμαις αὑτῆς, πάντες ὀλολύζετε μετὰ κλαυθμοῦ.
4ὅτι κέκραγεν Ἑσεβὼν καὶ < Ἐλεαλή > , ἕως ἠκούσθη ἡ φωνὴ αὐτῆς· διὰ τοῦτο ἡ ὀσφὺς τῆς Μωαβίτιδος βοᾷ, ἡ ψυχὴ αὐτῆς γνώσεται.
5δὴ καρδία τῆς Μωαβίτιδος ἐν ἑαυτῇ ἕως Σήγωρ· δάμαλις γὰρ ἐστὶν τριετής· ἐπὶ δὲ τῆς ἀναβάσεως τῆς πρὸς σὲ κλαίοντες ἀναβήσονται τῇ ὁδῷ Ἀδωνίειμ· βοᾷ σύντριμμα καὶ σεισμός,
6τὸ ὕδωρ τῆς Νεμρεὶμ ἔρημον ἔσται, καὶ ὃ χόρτος αὐτῆς ἐκλείψει· χόρτος γὰρ χλωρὸς οὐκ ἔσται.
7μὴ καὶ οὕτως μέλλει σωθῆναι; ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα Ἄραβας, καὶ λήμψονται αὐτήν.
8συνῆψεν γὰρ ἡ τὸ ὅρος τῆς Μωαβίτιδος τῆς Ἀγαλλείμ, καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ Αἰλείμ.
9τὸ δὲ ὕδωρ τό ῾Ρεμμὼν πλησθήσεται αἵματος· ἐπάξω γὰρ ἐπὶ ῾Ρεμμὼν Ἄραβας, καὶ ἀρῶ τό σπέρμα Μωὰβ καὶ Ἀριὴλ καὶ τό κατάλοιπον Ἀδαμά.
Abrir Isaías 15 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario