Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Isaías 2 en hebreo y español.
1Ὁ λόγος ὃ γενόμενος παρὰ Κυρίου πρὸς Ἠσαίαν υἱὸν Ἀμὼς περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἰερουσαλήμ.
2Ὅτι ἔσται ἔν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὅρος τοῦ Κυρίου, καὶ ὅ οἶκος τοῦ θεοῦ ἐπ’ ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ’ αὐτὸ πάντα τὸ, ἔθνη.
3καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσιν Δεῦτε ἀναβῶμεν εἷς τὸ ὅρος τοῦ Κυρίου καὶ εἷς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ. ἐκ γὰρ Σειὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἰερουσαλήμ·
4καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν, καὶ ἐλέγξει λαὸν πολύν· καὶ συγκόψουσιν τὰς μαχαίρας αὐτῶν εἷς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἷς δρέπανα, καὶ οὔ λήμψεται ἔτι ἔθνος ἐπ’ ἔθνος μάχαιραν, καὶ οὔ μὴ μάθωσιν ἔτι πολεμεῖν.
5Καὶ νῦν, ὃ οἶκος τοῦ Ἰακώβ, δεῦτε πορευθῶμεν τῷ φωτὶ Κυρίου. καὶ
6ἀνῆκεν γὰρ τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ Ἰσραήλ· ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπ’ ἀρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων, καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγενήθη αὐτοῖς.
7ἐνεπελήσθη γὰρ ἦ χώρα αὐτῶν ἀργυρίου καὶ χρυσίου, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν· καὶ ἐνεπλήσθη ἡ γῆ αὐτῶν ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τῶν ἁρμάτων αὐτῶν·
8καὶ ἐνεπλήσθη ἡ γῆ βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν, καὶ προσεκύνησαν οἷς ἐποίησαν οἶ δάκτυλοι αὑτῶν·
9καὶ ἔκυψεν ἅνθρωπος καὶ ἐταπεινώθη ἀνήρ, καὶ οὗ μὴ ἀνήσω αὐτούς.
10καὶ νῦν εἰσέλθατε εἷς τὰς πέτρας καὶ κρύπτεσθε εἷς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος οῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.
11οἱ γὰρ ὀφθαλμοὶ Κυρίου ὑψηλοί, ὃ δὲ ἅνθρωπος ταπεινός· καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
12ἡμέρα γὰρ Κυρίου σαβαὼθ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον, καὶ ταπεινωθήσονται,
13καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ Λιβάνου τῶν ὑψηλῶν καὶ μετεώρων, καὶ ἐπὶ πᾶν δένδρον βαλάνου Βασάν,
14καὶ ἐπὶ πᾶν ὅρος, καὶ ἐπὶ πάντα βουνὸν ὑψηλόν,
15καὶ ἐπὶ πάντα πύργον ὑψηλόν, καὶ ἐπὶ πᾶν τεῖχος ὑψηλόν,
16καὶ ἐπὶ πᾶν πλοῖον θαλάσσης, καὶ ἐπὶ πᾶσαν θέαν πλοίων κάλλους ·
17καὶ ταπεινωθήσεται πᾶς ἅνθρωπος, καὶ πεσεῖται ὕψος ἀνθρώπων, καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἐκείνῃ.
18καὶ τὸ, χειροποίητα πάντα κατακρύψουσιν,
19εἰσενέγκαντες εἷς τὸ. σπήλαια καὶ εἷς τὰς σχισμὸς τῶν πετρῶν καὶ εἷς τὰς τρώγλας τῆς γῆς, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. τῇ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἅνθριιηνος τὰ βδελύγματα αὑτοῦ τὸ. ἀργυρᾶ καὶ τὰ χρυσᾶ, οἳ ἐποίησεν προστοῦ εἰσελθεῖν εἷς τὰς κυνεῖν, τοῖς ματαίοις καὶ ταῖς νυκτερίσιν, τρώγλας τῆς στερεᾶς πέτρας καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὑτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.
Abrir Isaías 2 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario