Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Isaías 31 en hebreo y español.
1Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἶ ἐφ’ ἵπποις πεποιθότες καὶ ἐφ’ ἅρμασιν· ἔστιν γὰρ πολλά, καὶ ἐφ’ ἵπποις, πλῆθος σφόδρα· καὶ οὐκ ἦσαν πεποιθότες ἐπὶ τᾶν ἅγιον τοῦ Ἰσραήλ, καὶ τὸν θεὸν οὐκ ἐξεζήτησαν.
2καὶ αὐτὸς σοφὸς ἐπ’ αὐτοὺς κακά, καὶ ὃ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ, καὶ ἐπαναστήσεται ἐπ’ οἴκους ἀνθρώπων πονηρῶν καὶ ἐπὶ τὴν ἐλπίδα αὐτῶν τήν ματαίαν,
3Αἰγύπιον ἄνθρωπον, καὶ οὐ θεόν, ἵππων σάρκας, καὶ ἔστιν βοήθεια· ὁ δὲ κύριος ἐπάξει τὴν χεῖρα αὐτοῦ ἐπ’ αὐτούς, καὶ κοπιάσουσιν οἱ βοηθοῦντες, καὶ ἅμα πάντες ἀπολοῦνται.
4ὅτι οὕτως εἶπέν μοι Κύριος Ὃν τρόπον ἐὰν λέων ἦ ὃ σκύμνος ἐπὶ τῇ θήρᾳ ᾗ ἔλαβεν, καὶ κεκράξῃ ἐπ’ αὐτῇ ἕως ἂν ἐμπλησθῇ τὰ. ὄρη τῆς φωνῆς αὐτοῦ, καὶ ἡττήθησαν καὶ τὸ πλῆθος τοῦ θυμοῦ ἐπτοήθησαν, οὕτως καταβήσεται Κύριος σαβαὼθ ἐπιστρατεῦσαι ἐπὶ τὸ ὅρος τὸ Σιών, καὶ ἐπὶ τὰ ὄρη αὐτῆς.
5ὡς ὄρνεα πετόμενα, οὕτως Κύριος ὑπὲρ Ἰερουσαλὴμ καὶ ἐξελεῖται καὶ περιποιήσεται καὶ σώσει.
6ἐπιστράφητε, οἶ τὴν βαθεῖαν βουλὴν βουλευσάμενοι καὶ ἄνομον.
7ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἀπαρνηθήσονται οἶ ἅνθρωποι τὰ χειροποίητα αὐτῶν τὸ, ἀργυρᾶ καὶ τὰ χρυσᾶ ἅ ἐποίησαν αἱ χεῖρες αὐτῶν.
8καὶ πεσεῖται Ἀσσούρ· οὗ μάχαιρα ἀνδρὸς οὐδὲ μάχαιρα ἀνθρώπου καταφάγεται αὐτόν, καὶ φεύξεται οὐκ ἀπὸ προσώπου διώκοντος· οἱ δὲ νεανίσκοι ἔσονται εἷς ἥττημα,
9πέτρᾳ γὰρ περιλημφθήσονται ὡς χάρακι καὶ ἡττηθήσονται, ὃ δὲ φεύγων ἁλώσεται. Τάδε λέγει Κύριος Μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα καὶ οἰκείους ἐν Ἰερουσαλήμ.
Abrir Isaías 31 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario