Isaías 33

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Isaías 33 en hebreo y español.

1Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς, ὑμᾶς, δὲ οὐδεὶς ποιεῖ ταλαιπώρους, καὶ ὃ ἀθετῶν ὑμῖν οὐκ ἀθετεῖ· ἁλώσονται οἶ ἀθετοῦντες καὶ παραδοθήσονται, καὶ ὡς σὴς ἐπὶ ἱματίου οὕτως ἡττηθήσονται.

2Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν· ἐγενήθη τὸ σπέρμα τῶν ἀπειθούντων εἷς ἀπώλειαν, ἡ δὲ σωτηρία ἡμῶν ἐν καιρῷ θλίψεως.

3διὰ φωνὴν τοῦ φόβου σου ἐξέστησαν λαοὶ ἀπὸ τοῦ φόβου σου καὶ διεσπάρησαν τὰ ἔθνη.

4νῦν δὲ συναχθήσεται τὰ σκῦλα ὑμῶν ἀπὸ μικροῦ καὶ μεγάλου· ὃν τρόπον ἐάν τις συναγάγῃ ἀκρίδας, οὕτως ἐμπαίξονται ὑμῖν.

5ἅγιος ὃ θεὸς ὃ κατοικῶν ἐν ὑψηλοῖς, ἐνεπλήσθη Σιὼν κρίσεως καὶ δικαιοσύνης.

6ἐν νόμῳ παραδοθήσονται, ἐν θησαυροῖς ἡ σωτηρία ἡμῶν, ἐκεῖ σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια πρὸς τὸν κύριον· οὗτοί εἰσιν θησαυροὶ δικαιοσύνης.

7Ἰδοὺ δὴ ἐν τῷ φόβῳ ὑμῶν αὐτοὶ φοβηθήσονται· οὓς ἐφοβεῖσθε, φοβηθήσονται ἀφ’ ὑμῶν· ἄγγελοι γὰρ ἀποσταλήσονται ἀξιοῦντες εἰρήνην, πικρῶς κλαίοντες, παρακαλοῦντες εἰρήνην.

8ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοί· πέπαυται γὰρ ὁ φόβος τῶν ἐθνῶν, καὶ ἡ πρὸς τούτους διαθήκη αἴρεται, καὶ οὗ μὴ λογίσησθε αὐτοὺς ἀνθρώπους.

9ἐπένθησεν ἡ γῆ, ᾐσχύνθη ὃ Λίβανος, ἕλη ἐγένετο ὃ Σαρών· φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὃ Κάρμηλος.

10νῦν ἀναστήσομαι, λέγει Κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι.

11νυν ὄψεσθε, νῦν αἰσχυνθήσεσθε· ματαία ἔσται ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν, πῦρ ὑμᾶς κατέδεται,

12καὶ ἔσονται ἔθνη κατακεκαυμένα ὡς ἄκανθα ἐν ἀγρῷ ἐρριμμένη καὶ κατακεκαυμένη.

13Ἀκούσονται οἱ πόρρωθεν ἃ ἐποίησα, γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου.

14ἀπέστησαν οἱ ἐν Σιὼν ἄνομοι, λήμψεται τρόμος τοὺς ἀσεβεῖς· τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται; τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον ,

15πορευόμενος ἐν δικαιοσύνῃ, λαλῶν εὐθεῖαν ὁδόν, μισῶν ἀνομίαν καὶ ἀδικίαν, καὶ τὰς χεῖρας ἀποσειόμενος ἀπὸ δώρων, βαρύνων τὰ ὦτα ἴνα μὴ ἀκούσῃ κρίσιν αἵματος, καμμύων τοὺς ὀφθαλμοὺς ἵνα μὴ ἴδῃ ἀδικίαν,

16οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ὀχυρᾶς· ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὑτοῦ πιστόν.

17βασιλέα μετὰ δόξης ὄψεσθε, καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται γῆν πόρρωθεν·

18ἡ ὑμῶν μελετήσει φόβον Κυρίου. ποῦ εἰσιν οἱ γραμματικοί; ποῦ εἰσιν οἱ συμβουλεύοντες; ποῦ ἐστιν ὃ ἀριθμῶν τοὺς συστρεφομένους;

19μικρὸν καὶ μέγαν λαόν, ᾦ οὐ συνεβούλευσαν, οὐδὲ ᾔδει· βαθύφωνον, ὥστε μὴ ἀκοῦσαι· λαὸς πεφαυλισμένος, καὶ οὐκ ἔστιν τῷ ἀκούοντι σύνεσις.

20ἰδοὺ Σιὼν ἡ πόλις, τὸ σωτήριον ἡμῶν, οἱ ὀφθαλμοί σου ὄψονται Ἰερουσαλήμ, πόλις πλουσία, σκηναὶ αἲ οὗ μὴ σεισθῶσιν, οὐδ’ οὐ μὴ κινηθῶσιν οἶ πάσσαλοι τῆς σκηνῆς αὐτῆς εἷς τὸν αἰῶνα χρόνον, οὐδὲ τὰ σχοινία αὐτῆς οὗ μὴ διαρραγῶσιν·

21ὅτι τὸ ὄνομα Κυρίου μέγα ἐστίν. τόπος ὑμῖν ἔσται, ποταμοὶ καὶ διώρυγες πλατεῖς καὶ εὐρύχωροι· οὐ πορεύσῃ ταύτην τὴν ὁδόν, οὐδὲ πορεύσεται πλοῖον ἐλαῦνον.

22ὁ γὰρ θεός μου μέγας ἐστίν· οὗ παρελεύσεταί με, Κύριος πατήρ, Κύριος κριτὴς ἡμῶν, Κύριος ἅρχων ἡμῶν, Κύριος βασιλεὺς ἡμῶν, Κύριος οὗτος ἡμᾶς σώσει.

23ἐρράγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσεν· ὃ ἱστός σου· ἔκλινεν, οὐ χαλάσει τὸ. ἱστία, οὐκ ἀρεῖ σημεῖον, ἕως οὗ παραδοθῇ εἷς προνομήν· τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσιν.

24καὶ οὐ μὴ εἴπῃ Κοπιῶ ὅ λαὸς ὃ ἐνοικῶν ἐν αὐτοῖς· ἀφέθη γὰρ αὐτοῖς ἡ ἁμαρτία.

Abrir Isaías 33 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario