Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Isaías 36 en hebreo y español.
1Καὶ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους βασιλεύοντος Ἑζεκίου ἀνέβη Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυρὰς καὶ συνέλαβεν αὐτάς.
2καὶ ἀπέστειλεν βασιλεὺς Ἀσσυρίων Ῥαψάκην ἐκ Λαχεὶς εἷς Ἰερουσαλὴμ πρὸς τὸν βασιλέα Ἐζεκίαν μετὰ δυνάμεως πολλῆς, καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἅνω, ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως.
3καὶ ἐξῆλθεν πρὸς αὐτὸν Ἐλιακεὶμ ὃ τοῦ Χελκίου οἰκονόμος καὶ Σόμνας ὁ γραμματεὺς καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος.
4καὶ εἶπεν αὐτοῖς Ῥαψάκης Εἴπατε Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας βασιλεὺς Ἀσσυρίων Τί πεποιθὼς εἶ
5μὴ ἐν βουλῇ ἢ ἐν λόγοις χειλέων παράταξις γίνεται; καὶ νῦν ἐπὶ τίνι πέποιθας ὅτι ἀπειθεῖς μοι ;
6ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπ’ Αἴγυπτον· ὃς ἂν ἐπιστηριχθῇ ἐπ’ αὑτήν, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ· οὕτως ἐστὶν Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτῷ.
7εἰ δὲ λέγετε Ἐπὶ Κύριον τὸν θεὸν ἡμῶν πεποίθαμεν,
8νῦν μίχθητε τῷ κυρίῳ μου βασιλεῖ Ἀσσυρίων, καὶ δώσω ὑμῖν δισχιλίαν ἵππον, εἰ δυνήσεσθε δοῦναι ἀναβάτας ἐπ’ αὐτούς.
9καὶ πῶς δύνασθε ἀποστρέψαι τὸ πρόσωπον τοπάρχου ἑνός ; οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπ’ Αἰγυπτίοις, εἰς ἵππον καὶ ἀναβάτην.
10καὶ νῦν μὴ ἄνευ Κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι Καὶ αὐτήν ;
11καὶ εἶπεν πρὸς αὑτὸν Ἐλιακεὶμ καὶ Σόμνας ὃ γραμματεὺς καὶ Ἰωάχ Λάλησον πρὸς τοὺς παῖδάς σου Συριστί, ἀκούομεν γὰρ ἡμεῖς, καὶ μὴ λάλει πρὸς ἡμᾶς Ἰουδαιστί· καὶ ἶνα τί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνδρῶν τῶν καθημένων ἐπὶ τῷ τείχει ;
12καὶ εἶπεν πρὸς αὐτοὺς Ῥαψάκης Μὴ πρὸς τὸν κύριον ὑμῶν ἢ πρὸς ὑμᾶς ἀπέσταλκέν με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους ; οὐχὶ πρὸς τοὺς ἄνδρας τοὺς καθημένους ἐπὶ τῷ τείχει, ἵνα φάγωσιν κόπρον καὶ πίωσιν οὖρον μεθ’ ὑμῶν ἅμα;
13καὶ ἔστη Ῥαψάκης, καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ἰουδαιστὶ καὶ εἶπεν Ἀκούσατε τοὺς λόγους τοῦ βασιλέως τοῦ μεγάλου βασιλέως Ἀσσυρίων
14Τάδε λέγει ὁ βασιλεὺς Μὴ ὑμᾶς ἀπατάτω Ἑζεκίας λόγοις, οἶ οὐ μὴ δυνήσονται ῥύσασθαι ὑμᾶς·
15καὶ μὴ λεγέτω ὑμῖν Ἑζεκίας ὅτι Ῥύσεται ὑμᾶς ὁ θεός, καὶ οὔ μὴ παραδοθῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως Ἀσσυρίων μὴ ἀκούετε Ἑζεκίου·
16τάδε λέγει ὃ βασιλεὺς Ἀσσυρίων Εἰ βούλεσθε εὐλογηθῆναι, ἐκπορεύεσθε πρὸς μέ, καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὐτοῦ καὶ τὰς συκᾶς, καὶ πίεσθε ὕδωρ τοῦ λάκκου ὑμῶν,
17ἔως ἂν ἔλθω καὶ λάβω ὑμᾶς εἷς γῆν ὡς ἦ γῆ ὑμῶν, γῆ σίτου καὶ οἴνου καὶ ἄρτων καὶ ἀμπελώνων.
18μὴ ὑμᾶς ἀπατάτω Ἑζεκίας λέγων Ὁ θεὸς ὑμῶν ῥύσεται ὑμᾶς. μὴ ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων;
19ποῦ ἐστιν ὁ θεὸς Αἱμὰρ καὶ Ἀρφάθ ; καὶ ὃ θεὸς τῆς πόλεως Σεπφαρείμ ; μὴ ἐδύναντο ῥύσασθαι. Σαμάρειαν ἐκ χειρός μου;
20τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων ἐρρύσατο τὴν γῆν αὐτοῦ ἐκ τῆς χειρός μου, ὅτι ῥύσεται ὃ θεὸς τὴν Ἰερουσαλὴμ ἐκ χειρός μου ;
21καὶ ἐσιώπησαν, καὶ οὐδεὶς ἀπεκρίθη αὐτῷ λόγον, διὰ τὸ προστάξαι τὸν βασιλέα μηδένα ἀποκριθῆναι.
22καὶ εἰσῆλθεν εἰσῆλθεν ὁ τοῦ Χελκιίου ὁ οἰκονόμος καὶ Σόμνας ὁ γραμματεὺς τῆς δυνάμεως καὶ Ἰωάχ ὁ τοῦ Ασὰφ ὁ ὑπομνηματογράφος πρὸς Ἐζεκίαν ἐσχισμένοι τοὺς χιτῶνας καὶ ἀπήγγειλαν αὐτῷ τοὺς λόγους Ραψακου.
Abrir Isaías 36 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario