Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Isaías 4 en hebreo y español.
1καὶ ἐπιλήμψονται ἑπτὰ γυναῖκες ἀνθρώπου ἑνὸς λέγουσαι Τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα· πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσθω ἐφ’ ἡμᾶς, ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν.
2Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ λάμψει ὅ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ
3καὶ ἔσται τὸ ὑπολειφθὲν ἐν Σιὼν καὶ τὸ καταλειφθὲν ἔν Ἰερουσαλήμ, ἅγιοι κληθήσονται πάντες οἶ γραφέντες εἷς ζωὴν ἐν Ἰερουσαλήμ.
4ὅτι ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιών, καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν έν πνεύματι κρίσεως.
5καὶ ἥξει, καὶ ἔσται πᾶς τόπος τοῦ ὅρους Σιὼν καὶ πάντα τὸ. περικύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας, καὶ ὡς καπνοῦ καὶ ὡς φωτὸς πυρὸς καιομένου νυκτός· πάσῃ τῇ δόξῃ Κυρίου σκεπασθήσεται·
6καὶ ἔσται εἷς σκιὰν ἀπὸ καύματος, καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύφῳ σκληρότητος καὶ ὑετοῦ.
Abrir Isaías 4 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario