Isaías 66

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Isaías 66 en hebreo y español.

1Οὕτως λέγει Κύριος Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι; ἢ ποῖος τόπος τῆς καταπαύσεώς μου;

2πάντα γὰρ ταῦτα ἐποίησεν ἡ χείρ μου, καί ἐστιν ἐμὰ πάντα ταῦτα, λέγει Κύριος· καὶ ἐπὶ τίνα ἐπιβλέψω ἀλλ’ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντα τοὺς λόγους μου;

3ὁ δὲ ἄνομος ὃ θύων μοι μόσχον ὡς ὁ ἀποκτέννων κύνα, ὃ δὲ ἀναφέρων σεμίδαλιν ὡς αἷμα ὕιον, ὃ διδοὺς λίβανον εἷς μνημόσυνον ὡς βλάσφημος. καὶ οὗτοι ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν, καὶ τὰ βδελύγματα αὐτῶν ἅ ἡ ψυχὴ αὐτῶν ἠθέλησεν,

4κἀγὼ ἐκλέξομαι τὰ ἐνπαίγματα αὐτῶν, καὶ τὰς ἁμαρτίας αὐτῶν ἀνταπο. δώσω αὐτοῖς· ὅτι ἐκάλεσα αὐτοὺς καὶ οὐχ ὑπήκουσάν μου, ἐλάλησα καὶ οὐκ ἥκουσαν, καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον μου καὶ ἅ οὐκ ἐβουλόμην ἐξελέξαντο.

5Ἀκούσατε τὸ ῥῆμα Κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε, ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ἡμᾶς καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτῶν, κἀκεῖνοι αἰσχυνθήσονται.

6φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνὴ Κυρίου ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις.

7πρὶν ἢ τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἢ ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων, ἐξέφυγεν καὶ ἔτεκεν ἄρσεν.

8τίς ἤκουσεν τοιοῦτο, καὶ τίς ἑώρακεν οὕτως εἰ ὤδινεν γῆ ἐν ἡμέρᾳ μιᾷ, εἰ ἐτέχθη ἔθνος εἷς ἅπαξ; ὅτι ὤδινεν καὶ ἔτεκεν Σιὼν τὰ παιδία αὐτῆς.

9ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν ταύτην, καὶ οὐκ ἐμνήσθης μου, εἶπεν Κύριος. οὐκ ἰδοὺ ἐγὼ γεννῶσαν καὶ στεῖραν ἐποίησα; εἶπεν ὃ θεός.

10Εὐφράνθητι, Ἰερουσλήμ, καὶ πανηγυρίσατε πάντες οἱ ἐνοικοῦντες ἐν αὐτῇ, χάρητε χαρὰν πάντες ὅσοι πενθεῖτε ἐπ’ αὐτῆς,

11ἵνα θηλάσητε καὶ ἐμπλησθῆτε ἀπὸ μαστοῦ παρακλήσεως αὐτῆς, ἵνα ἐκθηλά. σαντες τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς.

12ὅτι τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐκκλίνω εἷς αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάρρους ἐπικλύζων δόξαν ἐθνῶν· τὰ παιδία αὐτῶν ἐπ’ ὤμων ἀρθήσονται καὶ ἐπὶ γονάτων παρακληθήσονται.

13ὡς εἶ τινα μήτηρ παρακαλέσει, ὅτι οὕτως καὶ ἐγὼ παρακαλέσω ὑμᾶς, καὶ ἐν Ἰερουσαλὴμ παρακληθήσεσθε.

14καὶ ὄψεται καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὰ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ· καὶ γνωσθήσεται ἡ χεὶρ Κυρίου τοῖς σεβομένοις αὐτόν, καὶ ἀπειλήσει τοῖς ἀπειθοῦσιν.

15ἰδοὺ ἰδοὺ γὰρ Κύριος ὡς πῦρ ἥξει, καὶ ὡς καταιγὶς τὸ. ἅρματα αὐτοῦ, ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν καὶ ἀποσκορακισμὸν ἐν φλογὶ πυρός.

16ἐν γὰρ τῷ πυρὶ Κυρίου καταναλωθήσεται πᾶσα ἡ γῆ, καὶ ἐν τῇ αὑτοῦ πᾶσα σάρξ· πολλοὶ τραυματίαι ἔσονται ὑπὸ Κυρίου.

17οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι εἷς τοὺς κήπους, καὶ ἐν τοῖς προθύροις ἔσθοντες κρέας ὕιον καὶ τὸ. βδελύγματα καὶ τὸν μῦν, ἐπὶ τὸ αὐτὸ καταναλωθήσονται, εἶπεν Κύριος.

18Κἀγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν αὐτῶν· ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας, καὶ ἥξουσιν καὶ ὄψονται τὴν δόξαν μου.

19καὶ καταλείψω ἐπ’ αὐτῶν σημεῖα, καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσωσμένους εἷς τὰ ἔθνη, εἷς Θαρσεῖς καὶ Φοὺδ καὶ Λοὺδ καὶ Μόσοχ, καὶ Θοβὲλ καὶ εἷς τὴν Ἑλλάδα καὶ εἷς τὰς νήσους τὰς πόρρω, οἲ οὐκ ἀκηκόασίν μου τὸ ὄνομα οὐδὲ ἑωράκασιν τὴν δόξαν μου, καὶ ἀναγγελοῦσίν μου τὴν δόξαν ἐν τοῖς ἔθνεσιν.

20καὶ ἄξουσιν τοὺς ἀδελφοὺς ὑμῶν ἐκ πάντων τῶν ἐθνῶν δῶρον Κυρίῳ, μεθ’ ἵππων καὶ ἁρμάτων ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαδίων, εἷς τὴν ἁγίαν πόλιν Ἰερουσαλήμ, εἶπεν Κύριος, ὡς ἂν ἐνέγκαισαν οἶ υἱοὶ Ἰσραὴλ ἐμοὶ τὰς θυσίας αὐτῶν μετὰ ψαλμῶν εἰς τὸν οἶκον Κυρίου.

21καὶ ἀπ’ αὐτῶν λήμψομαι ἐμαυτῷ ἱερεῖς καὶ Λευίτας, εἶπεν Κύριος.

22ὃν τρόπον γὰρ ὃ οὐρανὸς καινὸς καὶ ἦ γῆ καινὴ ἃ ἐγὼ ποιῶ μένει ἐνώπιόν μου, λέγει οὕτως στήσεται τὸ σπέρμα ὑμῶν καὶ τὸ ὄνομα ὑμῶν.

23καὶ ἔσται μῆνα ἐκ μηνὸς καὶ σάββατον ἐκ σαββάτου ἥξει πᾶσα σὰρξ ἐνώπιόν μου προσκυνῆσαι ἐν Ἰερουσαλήμ, εἶπεν Κύριος

24καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί· ὃ γὰρ σκώληξ αὐτῶν οὗ τελευτᾷ, καὶ τὸ πῦρ αὐτῶν οὔ σβεσθήσεται, καὶ ἔσονται εἷς ὅρασιν πάσῃ σαρκί. ΗΣΑΙΑΣ ΠΡΟΦΗΤΗΣ.

Abrir Isaías 66 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario