Isaías 9

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Isaías 9 en hebreo y español.

1Τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλών, ἡ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης, καὶ οἱ λοιποὶ οἱ τὴν παράλων κατοικοῦντες καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, τὰ μέρη τῆς Ἰουδαίας.

2ὁ λαὸς ὃ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα· οἱ κατοικοῦντες ἐν χώρᾳ, καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ’ ὑμᾶς.

3τὸ πλεῖστον τοῦ λαοῦ ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου, καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ, καὶ ὃν τρόπον εὐφραίνονται οἱ διαιρούμενοι σκῦλα.

4διότι ἀφαιρεθήσεται ὃ ζυγὸς ὃ ἐπ’ αὐτῶν κείμενος, καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν· τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασεν Κύριος, ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ.

5ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν, καὶ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι,

6ὅτι παιδίον ἐγενήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν , οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλέσει τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἅγγελος, θαυμαστὸς σύμβουλος, ἰσχυρός, ἐξουσιαστής, ἅρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος· ἐγὼ γὰρ ἄξω εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρήνην καὶ ὑγίαν αὐτῷ.

7Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον, ἐπὶ τὸν θρόνον Δαυεὶδ καὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι αὐτῆς ἐν δικαιοσύνῃ καὶ ἐν κρίματι, ἀπὸ τοῦ νῦν καὶ εἷς τὸν αἰῶνα χρόνον· ὃ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα.

8Θάνατον ἀπέστειλεν Κύριος ἐπὶ Ἰακώβ, καὶ ἦλθεν ἐπὶ Ἰσραήλ

9καὶ γνώσονται πᾶς, ὃ λαὸς τοῦ Ἐφράιμ, καὶ οἶ ἐγκαθήμενοι ἐν Σαμαρείᾳ ἐφ’ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ, λέγοντες

10Πλίνθοι πεπτώκασιν, ἀλλὰ δεῦτε λαξεύσωμεν λίθους, καὶ ἐκκόψωμεν συκαμίνους καὶ κέδρους, καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον.

11καὶ ῥάξει ὃ θεὸς τοὺς ἐπανιστανομένους ἐπ’ ὅρους Σιὼν ἐπ’ αὐτούς, καὶ τοὺς ἐχθροὺς αὐτῶν διασκεδάσει,

12Συρίαν ἀφ’ ἡλίου ἀνατολῶν καὶ τοὺς Ἕλληνας ἀφ’ ἡλίου δυσμῶν, τοὺς κατεσθίοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ στόματι. ἐπὶ τούτοις πᾶσιν οὔκ ἀπεστράφη ὁ θυμός, ἀλλ’ ἔτι ἡ χεὶρ ὑψηλή.

13καὶ ὁ λαὸς οὐκ ἀπεστράφη ἔως ἐπλήγη, καὶ τὸν κύριον οὔκ ἐξεζήτησαν.

14Καὶ Καὶ ἀφεῖλεν Κύριος ἀπὸ Ἰσραὴλ κεφαλὴν καὶ οὐράν, μέγαν καὶ μικρὸν ἐν μία ἡμέρᾳ, πρεσβύτην καὶ τοὺς τὸ, πρόσωπα θαυμάζοντας, αὕτη ἡ ἀρχή,

15καὶ προφήτην διδάσκοντα ἄνομα, οὗτος ἡ οὐρά.

16καὶ ἔσονται οἱ μακαρίζοντες τὸν λαὸν τοῦτον πλανῶντες, καὶ πλανῶσιν ὅπως καταπίωσιν αὐτούς.

17διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους οὐκ εὐφρανθήσεται ὃ θεός, καὶ τοὺς ὀρφανοὺς αὐτῶν καὶ τὰς χήρας αὐτῶν οὐκ ἐλεήσει· ὅτι πάντες ἄνομοι καὶ πονηροί, καὶ πᾶν στόμα λαλεῖ ἄδικα. ἐπὶ πᾶσι τούτοις οὒκ ἀπεστράφη ὃ θυμός, ἀλλ’ ἔτι ἡ χεὶρ ὑψηλή.

18Καὶ καυθήσεται ὡς πῦρ ἡ ἀνομία, καὶ ὡς ἄγρωστις ξηρὰ βρωθήσεται ὑπὸ πυρός· καὶ καυθήσεται ἐν τοῖς δάσεσιν τοῦ δρυμοῦ, καὶ συγκαταφάγεται τὰ. κύκλῳ τῶν βουνῶν πάντα·

19διὰ θυμὸν ὀργῆς Κυρίου συγκαυθήσεται ἡ γῆ ὅλη, καὶ ἔσται ὃ λαὸς ὡς ὑπὸ πυρὸς κατακεκαυμένος. ἅνθρωπος τὸν ἀδελφὸν αὑτοῦ οὐκ ἐλεήσει,

20ἀλλὰ ἐκκλινεῖ εἷς τὰ δεξιά, ὅτι πεινάσει, καὶ φάγεται ἐκ τῶν ἀριστερῶν, καὶ οὗ μὴ ἐμπλησθῇ, ἅνθρωπος ἔσθων τὰς σάρκας τοῦ βραχίονος τοῦ ἀδελφοῦ αὐτοῦ.

21φάγεται γὰρ Μαννασσὴ τοῦ Ἐφράιμ, καὶ Ἐφράιμ τοῦ Μαννασσή. ὅτι ἅμα πολιορκήσουσιν τὸν Ἰούδαν. ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ’ ἔτι ἡ χεὶρ

Abrir Isaías 9 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario