Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Job 24 en hebreo y español.
1διὰ τί δὲ Κύριον ἔλαθον ὦραι,
2ἀσεβεῖς δὲ ὅριον ὑπερέβησαν, ποίμνιον σὺν ποιμένι ἁρπάσαντες ;
3ὑποζύγιον ὀρφανῶν ἀπήγαγον, καὶ βοῦν χήρας ἠνεχύρασαν.
4ἐξέκλιναν ἀδυνάτους ἐξ ὁδοῦ δικαίας, ὁμοθυμαδὸν δὲ ἐκρύβησαν πρᾳεῖς γῆς.
5ἀπέβησαν δὲ ὥσπερ ὄνοι ἐν ἀγρῷ, ὑπὲρ ἐμοῦ ἐξελθόντες τὴν ἑαυτῶν τάξιν· ἡδύνθη αὐτῷ ἄρτος εἰς νεωτέρους.
6ἀγρὸν πρὸ ὥρας οὐκ αὐτῶν ὄντα ἐθέρισαν· ἀδύνατοι ἀμπελῶνας ἀσεβῶν ἀμισθὶ καὶ ἀσιτὶ ἠργάσαντο.
7⁷γυμνοὺς πολλοὺς ἐκοίμισαν ἄνευ ἱματίων, ἀμφίασιν δὲ ψυχῆς αὐτῶν ἀφείλαντο·
8ἀπὸ ψεκάδων ὀρέων ὑγραίνονται, παρὰ τὸ μὴ ἔχειν ἑαυτοὺς σκέ πην πέτραν περιεβάλοντο.
9ἥρπασαν ὀρφανὸν ἀπὸ μαστοῦ, ἐκπεπτωκότα δὴ ἐταπείνωσαν.
10γυμνοὺς δὲ ἐκοίμισαν ἀδίκως, πεινώντων δὲ τὸν ψωμὸν ἀφείλαντο.
11ἐν στενοῖς ἀδίκως ἐνήδρευσαν, ὁδὸν δὲ δικαίων οὐκ ᾔδεισαν.
12οἱ ἐκ πόλεως καὶ σἴκων ἰδίων ἐξεβάλλοντο, ψυχὴ δὲ νηπίων ἐστέναξεν μέγα.
13αὐτὸς δὲ διὰ τί τούτων ἐπισκοπὴν οὐ πεποίηται ; (1³)ἐπὶ γῆς ὄντων αὐτῶν καὶ οὐκ ἐπέγνωσαν, ὁδὸν δὲ δικαιοσύνης οὐκ ᾔδεισαν, οὐδὲ ἀτραποὺς αὐτῶν ἐπορεύθησαν.
14γνοὺς δὲ αὐτῶν τὰ ἔργα παρέδωκεν αὐτοὺς εἰς σκότος, καὶ νυκτὸς ἔσται ὡς κλέπτης.
15καὶ· ὀφθαλμὸς μοιχοῦ ἐφύλαξεν σκότος, λέγων Οὐ προσνοήσει με ὀφθαλμός, καὶ ἀποκρυβὴν προσώπου ἔθετο.
16διώρυξεν ἐν σκότει οἰκίας· ἡμέρας ἐσφράγισαν ἑαυτούς, οὐκ ἐπέγνωσαν φῶς·
17ὅτι ὁμοθυμαδὸν αὐτοῖς τὸ πρωὶ σκιὰ θανάτου, ὅτι ἐπιγνώσεται τάραχος σκιᾶς θανάτου.
18ἐλαφρός ἐστιν ἐπὶ πρόσωπον ὕδατος· καταραθείη ἡ μερὶς αὐτῶν ἐπὶ γῆς,
19ἀναφανείη δὲ τὰ φυτὰ αὐτῶν 19ἐπὶ γῆς ξηρά· ἀγκαλίδα γὰρ ὀρφανῶν ἥρπασαν.
20εἶτ᾿ ἀνεμνήσθη αὐτοῦ ἡ ἁμαρτία· ὥσπερ δέ ὁμίχηλ δρόσου ἀφανὴς ἐγένετο· ἀποδοθείη δε αὐτῷ ἃ ἔπραξεν, συντριβείη δὲ πᾶς ἄδικος ἴσα ξύλῳ ἀνιάτῳ.
21στεῖραν δὲ οὐκ εὖ ἐποίησεν, καὶ ἀγύναιον οὐκ ἠλέησεν.
22Θυμῷ δὲ κατέστρεψεν ἀδυνάτους. ἀναστὰς τοιυαροῦν οὐ μὴ πισεύσῃ κατὰ τῆς ἑαυτοῦ ζωῆς·
23μαλακισθεὶς μὴ ἐλπιζέτω ὑγιασθῆναι, ἀλλὰ πεσεῖται ωόσῳ.
24πολλοὺς γὰρ έκάκωσεν τὸ ὕψωμα αὐτοῦ· ἐμαράνθη σὲ ὥσπερ μολόχη ἐν καύματι, ἢ ὥσπερ στάχυς ἀπὸ καλάμης αὐτόματος ἀποπεσών.
25εἰ σὲ μή, τίς ἐστιν ὁ φάμενος ψευδῆ με λέγειν, καὶ Θήσει εὶς οὑδὲν τὰ ῥήματά μου;
Abrir Job 24 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario