Job 26

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Job 26 en hebreo y español.

1Ὑπολαβὼν δὲ Ἰὼβ λέγει

2Τίνι πρόσκεισαι ἤ τίνι μέλλεις βοηθεῖν; πότερον οὐχ ᾦ πολλὴ ἰσχὺς καὶ ᾦ βραχίων κραταιός ἐστιν;

3τίνι συμβεβούλενσαι; οὐχ ᾦ πᾶσα σοφία; τίνι ἐπακολουθήσεις; οὐχ ᾦ μευίστιη δύναμις;

4τίνι άνήγγειλας ῥήματα; πνοὴ δὲ τίνος ἐστὶν ἡ ἐξελθοῦσα ἐκ σοῦ;

5μὴ γίγαντες μαιωθήσονται ὑποκάτωθεν ὕδατος καὶ τῶν γειτόνων αὐτοῦ ;

6γυμνὸς ὁ ᾅδης ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἔστιν περιβόλαιον τῇ ἀπωλείᾳ.

7ἐκτείνων βορέαν ἐπʼ οὐδέν, κρεμάζων γῆν ἐπὶ οὐδενός.

8δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ, καὶ οὐκ ἐρράγη νέφος ὑποκάτω αὐτοῦ·

9ὁ κρατῶν πρόσωπον θρόνου, ἐκπετάζων ἐπʼ αὐτὸν νέφος αὐτοῦ·

10πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος μέχρι συντελείας φωτὸς μετὰ σκότους.

11στύλοι οὐρανοῦ ἐπετάσθησαν, καὶ ἐξέστησαν ἀπὸ τῆς ἐπιτιμήσεως αὐτοῦ.

12ἰσχύι κατέπαυσεν τὴν θάλασσαν, ἐπιστήμῃ δὲ ἔστρωται τὸ κῆτος.

13κλεῖθρα δὲ οὐρανοῦ δεδοίκασιν αὐτόν· προστάγματι δὲ ἐθανάτωσεν δράκοντα ἀποστάτην.

14ἰδοὺ ταῦτα μέρη ὁδοῦ αὐτοῦ, καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεθα ἐν αὐτῷ· σθένος δὲ βροντῆς αὐτοῦ, τίς οἶδεν ὁπότε ποιήσει ;

Abrir Job 26 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario