Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Job 28 en hebreo y español.
1Ἔστιν γὰρ ἀργυρίῳ τόπος ὅθεν γίνεται, τόπος δέ χρυσίου ὅθεν διηθεῖται·
2σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται, χαλκὸς δὲ ἴσα λίθῳ λατομεῖται.
3τάξιν ἔθετο σκότει, καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζεται· λίθος σκοτίας καὶ σκιὰ θανάτου,
4διακοπὴ χειμάρρου ἀπὸ κονίας· οἱ δὲ ἐπιλανθανόμενοι ὁδὸν δικαίαν ἠσθένησαν ἐκ βροτῶν.
5γῆ, ἐξ αὐτῆς ἐξελεύσεται ἄρτος, ὑποκάτω αὐτῆς ἐστράφη ὡσεὶ πῦρ.
6τόπος σαπφείρου οἱ λίθοι αὐτῆς, καὶ χῶμα χρυσίον αὐτῷ.
7τρίβος, οὐκ ἔγνω αὐτὴν πετεινόν, καὶ οὐ παρέβλεψεν αὐτὴν ὀφθαλμὸς γυπός·
8καὶ οὐκ ἐπάτησαν αὐτὸν υἱοὶ ἀλαζόνων, οὐ παρῆλθεν ἐπʼ αὐτῆς λέων.
9ἐν ἀκροτόμῳ ἐξέτεινεν χεῖρα αὐτοῦ, κατέστρεψεν δὲ ἐκ ῥιζῶν ὄρη·
10δίνας δὲ ποταμῶν ἔρρηξεν, πᾶν δὲ ἔντιμον ἴδεν μου ὁ ὀφθαλμός·
11βάθη δὲ ποταμῶν ἀνεκάλυψεν, ἔδειξεν δὲ ἑαυτοῦ δύναμιν εἰς φῶς.
12ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶν τῆς ἐπιστήμης;
13οὐκ οἶδεν βροτὸς ὁδὸν αὐτῆς, οὐδὲ μὴν εὑρέθη ἐν ἀνθρώποις.
14ἄβυσσος εἶπεν Οὐκ ἔνεστιν ἐν ἐμοί· καὶ ἡ θάλασσα εἶπεν Οὐκ ἔνεστιν μετʼ ἐμοῦ.
15οὐ δώσει συνκλεισμὸν ἀντʼ αὐτῆς, καὶ οὐ σταθήσεται αὐτῇ ἀργύριον ἀντάλλαγμα αὐτῆς·
16καὶ οὐ συνβασταχθήσεται χρυσίῳ Σωφείρ , ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ·
17οὐκ ἰσωθήσεται αὐτῇ χρυσίον καὶ ὕαλος, καὶ τὸ ἄλλαγμα αὐτῆς σκεύη χρυσᾶ.
18μετέωρα καὶ γαβεὶς οὐ μνησθήσεται, καὶ ἕλκυσον σοφίαν ὑπέρ τὰ ἐσώτατα·
19οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας, χρυσίῳ καθαρῷ οὐ συνβασταχτήσεται.
20ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶν τῆς συνέσεως;
21λέληθεν πάντα ἄνθρωπον, καὶ ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ ἐκρύβη.
22ἡ ἀπώλεια καὶ ὁ θάνατος εἶπαν Ἀκηκόαμεν δὲ αὐτῆς τὸ κλέος.
23ὁ θεὸς εὖ συνέστησεν αὐτῆς τὴν ὁδόν, αὐτὸς δὲ οἶδεν τὸν τόπον αὐτῆς.
24αὐτὸς γὰρ τὴν ὑπʼ οὐρανὸν πᾶσαν ἐφορᾷ, εἰδὼς τὰ ἐν τῇ γῇ πάντα
25ἐποίησεν, ἀνέμων σταθμόν, ὕδατος μέτρα,
26ὅτε ἐποίησεν· οὕτως ἰδὼν ἡρίθμησεν, καὶ ὁδὸν ἐν τινάγματι φωνάς.
27τότε εἶδεν αὐτὴν καὶ ἐξηγήσατο αὐτῇ, ἑτοιμάσας ἐξιχνίασεν·
28εἶπεν δὲ ἀνθρώπῳ Ἰδοὺ ἡ θεοσέβειά ἐστιν σοφία, τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστὶν ἐπιστήμη.
Abrir Job 28 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario