Job 30

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Job 30 en hebreo y español.

1νυνὶ δὲ κατεγέλασάν μου· ἐλάχιστοι νῦν νουθετοῦσίν με ἐν μέρει, ὧν ἐξουδένουν τοὺς πατέρας αὐτῶν, οὓς οὐχ ἠγησάμην ἀξίους κυνῶν τῶν ἐμῶν νομάδων.

2καί γε ἰσχὺς χειρῶν αὐτῶν ἵνα τί μοι ; ἐπʼ αὐτοὺς ἀπώλετο συντέλεια.

3ἐν ἐνδείᾳ καὶ λιμῷ ἄγονος. οἱ φεύγοντες ἄνυδρον ἐχθές συνοχὴν καὶ ταλαιπωρίαν·

4οἱ περικυκλοῦντες ἅλιμα ἐπὶ ἠχοῦντι, οἵτινες ἄλιμα ἦν αὐτῶν τὰ σῖτα· ἄτιμοι δέ καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ.

5ἐπανέστησάν μοι κλέπται,

6ὧν οἱ οἶκοι αὐτῶν ἤσαν τρῶγλαι πετρῶν·

7ἀνὰ μέσον εὐήχων βοήσονται οἳ ὑπὸ φρύγανα ἄγρια διῃτῶντο·

8ἀφρόνων υἱοὶ καὶ ἀτίμων ὄνομα. καὶ κλέος ἐσβεσμένον ἀπὸ γῆς.

9νυνὶ δὲ κιθάρα ἐγὼ εἰμι αὐτῶν, καὶ ἐμὲ θρύλημα ἔχουσιν·

10ἐβδελύξαντο δέ με ἀποστάντες μακράν, ἀπὸ δὲ προσώπου μου οὐκ ἐφείσαντο πτύελον.

11ἀνοίξας γὰρ φαρέτραν αὐτοῦ ἐκάκωσέν με, καὶ χαλινὸν τοῦ προσώπου μου ἐξαπέστειλεν.

12ἐπὶ δεξιῶν βλαστοῦ ἐπανέστησαν, πόδα αὐτῶν ἐξέτειναν καὶ ὡδοποίησαν ἐπʼ ἐμέ τρίβους ἀπωλείας αὐτῶν.

13ἐξετρίβησαν τρίβοι μου, ἐξέδυσαν γάρ μου τὴν στολήν·

14βέλεσιν αὐτοῦ κατηκόντισέν με, κέχρηταί μοι ὡς βούλεται· ἐν ὀδύναις πέφυρμαι.

15ἐπιστρέφονταί μου αἱ ὀδύναι, ᾤχετό μου ἡ ἐλπὶς ὥσπερ πνεῦμα, καὶ ὥσπερ νέφος ἡ σωτηρία μου.

16καὶ νῦν ἐπʼ ἐμέ ἐκχυθήσεται ἡ ψυχὴ μου. ἔχουσιν δέ με ἡμέραι ὀδυνῶν·

17νυκτὶ δέ μου τὰ ὀστᾶ συγκέχυται, τὰ δὲ νεῦρά μου διαλέλυται.

18ἐν πολλῇ ἰσχύι ἐπελάβετό μου τῆς στολῆς, ὥσπερ τὸ περιστόμιον τοῦ χιτῶνός μου περιέσχεν με.

19ἥγησαι δέ με ἴσα πηλῷ, ἐν γῇ καὶ σποδῷ μου ἡ μερίς·

20κέκραγα δέ πρὸς σέ καὶ οὐκ ἀκούεις μου, ἔστησαν δὲ καὶ κατενόησάν με·

21ἐπέβησαν δέ μοι ἀνελεημόνως, χειρὶ κραταιᾷ με ἐμαστίγωσας·

22ἔταξας δέ με ἐν ὀδύναις, καὶ ἀπέρριψάς με ἀπὸ σωτηρίας.

23οἶδα γὰρ ὅτι θάνατός με ἐκτρίψει· οἰκία γὰρ παντὶ θνητῷ γῆ.

24εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι, ἢ δεηθείς γε ἑτέρου, καὶ ποιήσει μοι τοῦτο.

25ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα, ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις.

26ἐγὼ δὲ ἐπέχων ἀγαθοῖς, ἰδοὺ συνήντησάν μοι μᾶλλον ἡμέραι κακῶν.

27ἡ κοιλία μου ἐξέζεσεν καὶ οὐ σιωπήσεται, προέφθασάν με ἡμέραι πτωχίας.

28στένων πεπόρευμαι ἄνευ φιμοῦ, ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς.

29ἀδελφὸς γέγονα σειρήνων, ἑταῖρος δὲ στρουθῶν.

30τὸ δὲ δέρμα μου ἐσκότωται μεγάλως, τὰ δὲ ὀστᾶ μου ἀπὸ καύματος.

31ἀπέβη δὲ εἰς πάθος μου ἡ κιθάρα, ὁ δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί.

Abrir Job 30 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario