Josué 12

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Josué 12 en hebreo y español.

1Καὶ οὗτοι οἱ βασιλεῖς τῆς γῆς οὓς ἀνεῖλον οἱ υἱοὶ Ἰσραὴλ καἰ κατεκληρονόμησαν τὴν γῆν αὐτῶν πέραν τοῦ Ἰορδάνου ἀφ’ ἡλίου ἀνατολῶν, ἀπὸ φάραγγος Ἀρνῶν ἕως τοῦ ὄρους Ἁερμών, καὶ πᾶσαν τὴν γῆν Ἄραβά ἀπ’ ἀνατολῶν·

2Σηὼν τὸν βασιλέα τῶν Ἀμορραίων, ὂς κατῴκει ἐν Ἑσεβών, κυριεύων ἀπὸ Ἀρνῶν, ἥ ἐστιν ἐν τῇ φάραγγι κατὰ μέρος τῆς φάραγγος, καὶ τὸ ἥμισυ τῆς Γαλαὰδ ἕως Ἰαβόκ, ὅρια υἱῶν Ἄμμων,

3καὶ Ἄραβά ἕως τῆς θαλάσσης Χενέρεθ κατ’ ἀνατολὰς καὶ ἕως τῆς θαλάσσης Ἄραβά, θάλασσαν τῶν ἁλῶν ἀπὸ ἀνατολῶν ὁδὸν τὴν κατὰ Ἁσειμώθ, ἀπὸ Θαιμὰν τὴν ὑπὸ Μηδὼθ Φασγά·

4καὶ Ωγ βασιλεὺς Βασὰ ὑπελείφθη ἐκ τῶν γιγάντων, ὁ κατοικῶν ἐν Ἀσταρὼθ καὶ ἐν ’Εδράειν,

5ἄρχων ἀπὸ ὄρους Ἁερμὼν καὶ ἀπὸ Σεκχαί. καὶ πᾶσαν τὴν βασᾶν ἕως ὁρίων Γεργεσεὶ καὶ τὴν Μαχεὶ καὶ τὸ ἥμισυ Γαλαάδ, ὁρίων Σηὼν βασιλέως Ἑσεβών.

6Μωυσῆς ὁ παῖς Κυρίου καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐπάταξαν αὐτούς· καὶ ἔδωκεν αὐτὴν Μωυσῆς ἐν κληρονομίᾳ Ῥουβὴν καὶ Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσή.

7Καὶ οὗτοι οἱ βασιλεῖς τῶν Ἀμορραίων οὓς ἀνεῖλεν Ἰησοῦς καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐν τῶ πέραν τοῦ Ἰορδάνου πα ἁ θάλασσαν Βαλαγαδὰ ἐν πεδίῳ λιβάνῳ καὶ ἕως τοῦ ὄρους Χελχὰ ἀναβαινόντων εἰς Σηείρ, κα ἔδωκεν αὐτὸν Ἰησοῦς ταῖς φυλαῖς Ἰσραὴλ κληρονομεῖν κατὰ κλῆρον αὐτῶν,

8ἐν τῷ ὄρει καὶ ἐν τῷ πεδίῳ καὶ ἐν Ἄραβά καὶ ἐν Ἀσηδὼθ καὶ ἐν τῇ ἐρήμῳ καὶ Νάγεβ, τὸν Χετταῖον καὶ τὸν Ἀμορραῖον καὶ τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Εὑαῖον καὶ τὸν Ἰεβουσαῖον·

9καὶ τὸν βασιλέα Ἰερειχὼ καὶ τὸν βασιλέα τῆς Γαῖ, ἥ ἐστιν πλησίον

10βασιλέα Ἰερουσαλήμ, βασιλέα Χεβρών,

11βασιλέα Ἰερειμούθ, βασιλέα Δαχείς,

12βασιλέα Αἰλάμ, βασιλέα Γάζερ,

13βασιλέα Δαβείρ, βασιλέα Ἄσει,

14βασιλέα Ἐρμάθ, βασιλέα Αἰράθ, βασιλέα Ἀράθ,

15βασιλέα Λεβνά, βασιλέα Ὀδολλάμ,

16βασιλέα Ἠλάδ,

17βασιλέα Ἀταφόυτ, βασιλέα Ὅφερ,

18βασιλέα Ὀφεκ τῆς Ἀρώκ,

19βασιλέα Ἁσόμ,

20βασιλέα Συμοών,

21βασιλέα Μαμρώθ, βασιλέα Ἀζείφ,

22βασιλέα Κάδης, βασιλέα Ζακάχ, βασιλέα Μαρεδὼθ καὶ βασιλέα Ἰεκὸμ τοῦ Χερμέλ,

23βασιλέα Ἐλδὼμ τοῦ Φεννεδδώρ, βασιλέα Γεεὶ τῆς Γαλειλαίας,

24βασιλέα Θάρσα· πάντες οὗτοι βασιλεῖς εἴκοσι ἐννέα.

Abrir Josué 12 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario