Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Josué 13 en hebreo y español.
1Καὶ Ἰησοῦς πρεσβύτερος προβεβηκὼς τῶν ἡμερῶν. καὶ εἶπεν Κύριος πρὸς Ἰησοῦν Σὺ προβέβηκας τῶν ἡμερῶν, κα ἡ γῆ ὑπολέλειπται λειπται πολλὴ εἰς κληρονομίαν.
2καὶ αὕτη ἡ γῆ καταλελιμμενη· ὅρια Φυλιστιείμ, ὁ Γεσειρεὶ καὶ ὁ Χαναναῖος·
3ἀπὸ τῆς ἀοικήτου τῆς κατὰ πρόσωπον Αἰγύπτου ἕως τῶν ὁρίων Ἀκκαρὼν ἐξ εὐωνύμων τῶν χαναναίων προσλογίζεται ταῖς πέντε σατραπίαις τῶν Φυλιστιείμ, τῷ Γαζαίῳ καὶ τῷ Ἀζωτείῳ καὶ τῷ Ἀσκαλωνείτῃ καὶ τῷ Γεθθαίῳ καὶ τῷ Ἀκκαρωνείτῃ καὶ τῷ Εὐαίῳ·
4ἐκ Θαιμὰν καὶ πάσῃ γῇ Χανάαν ἐναντίον Γάζης, καὶ οἱ Σιδώνιοι ἕως Ταφὲκ ἕως τῶν ὁρίων τῶν Ἀμορραίων·
5καὶ πᾶσαν τὴν γῆν Γαλιὰθ Φυλιστιεὶμ καὶ πάντα τὸν Λίβανον ἀπὸ ἀνατολῶν ἡλίου, ἀπὸ Γαλγαὰ ὑπὸ τὸ ὄρος τὸ Ἁερμὼν ἕως τῆς εἰσόδου Ἑμάθ·
6πᾶς ὁ κατοικῶν τὴν ὀρεινὴν ἀπὸ τοῦ Λιβάνου ἕως τῆς Μασερεθμεμφωνάιμ, πάντας τοὺς Σιδωνίους, ἐγὼ αὐτοὺς ἐξολεθρεύσω ἀπὸ προσώπου Ἰαραήλ· ἀλλὰ διάδος αὐτὴν ἐν κλήρῳ τῷ Ἰσραήλ, ὃν τρόπον σοι ἐνετειλάμην.
7καὶ νῦν μέρισον τὴν γῆν ταύτην ἐν νομία ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσή, ἀπὸ τοῦ Ἰορδάνου ἕως τῆς θαλάσσης τῆς μεγάλης κατὰ δυσμὰς ἡλίου αὐτήν· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ.
8ταῖς φυλαῖς καὶ τῷ ἡμίσει Μανασσή, τῷ Ῥουβὴν καὶ τῷ Γάδ, ἔδωκεν Μωυσῆς ἐν τῷ πέραν τῷ Ἰορδάνῃ· κατ’ ἀνατολὰς ἡλίου δέδωκεν αὐτῷ Μωυσῆς ὁ παῖς κυρίου,
9ἀπὸ Ἀροήρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Ἀρνῶν, καὶ τὴν πόλιν τὴν ἐν μέσῳ τῆς φάραγγος, καὶ πᾶσαν τὴν Μεισὼρ ἀπὸ Δαιδαβάν·
10πάσας τὰς πόλεις Σηὼν βασιλέως Ἀμορραίων, ὃς ἐβασίλευσεν ἐν
11Ἑσεβών, ἕως τῶν ὁρίων υἱῶν Ἄμμων· καὶ τὴν Γαλααδείτιδα καὶ το ὅρια Γεσειρεὶ κα τοῦ Μαχατεί, πᾶν ὄρος Ἁερμών, καὶ πᾶσαν τὴν Βασανεῖτιν ἕως Ἀχά·
12πᾶσαν τὴν βασιλείαν Ὢγ ἐν τῇ Βασανείτιδι, ὃς ἐβασίλευσεν ἐν Ἐδράειν καὶ ἐν Ἀσταρώθ· οὗτος κατελείφθη ἀπὸ τῶν γιγάντων, κα ἐπάταξεν αὐτὸν Μωυσῆς καὶ ἐξωλέθρευσεν.
13καὶ οὐκ ἐξωλέθρευσαν οἱ υἱοὶ Ἰσραὴλ τὸν Γεσειρεὶ καὶ τὸν Μαχατεὶ καὶ τὸν Χαναναῖον· καὶ κατῴκει βασιλεὺς Γεσειρεὶ καὶ ὁ Μαχατεὶ ἐν τοῖς υἱοῖς Ἰσραὴλ Ἴως τῆς σήμερον ἡμέρας.
14πλὴν τῆς φυλῆς Λευεὶ οὐκ ἐδόθη κληρονομία· κύριος ὁ θεὸς Ἰσραήλ, οὗτος αὐτῶν κληρονομία, καθὰ εἶπεν αὐτοῖς κύριος. καὶ οὗτος ὁ καταμερισμὸς ὃν κατεμέρισεν Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ ἐν ἀραβὼθ Μωὰβ ἐν τῷ πέραν τοῦ Ἰορδάνου κατὰ Ἰερειχώ.
15καὶ ἔδωκεν Μωυσῆς τῇ φυλῇ Ῥουβὴν κατὰ δήμους αὐτῶν.
16καὶ ἐγενήθη αὐτῶν τὰ δρία ἀπὸ Ἀροήρ, ἥ ἐστιν κατὰ πρόσωπον φάραγγος Ἀρνών, καὶ ἡ πόλις ἡ ἐν τῇ Φάραγγι Ἀρνών· καὶ πᾶσαν τὴν Μεισὼρ
17ἕως Ἑσεβών, κα πάσας τὰς πόλεις τὰς οὔσας ἐν τῇ Μεισώρ, καὶ Δαιβὼν καὶ Βαιμὼν Βάαλ καὶ οἴκου Μεελβὼθ
18καὶ βάσαν καὶ Βακεδμὼθ καὶ Μαιφάαθ,
19καὶ Καριαθάιμ ἁ καὶ Σεραδὰ κοὶ Σείων ἐν τῷ ὄρει Ἔναβ,
20καὶ Βαιθφογὼρ καὶ Ἀσηδὼθ Φασγὰ καὶ Βαιθθασεινώθ,
21καὶ πόσας τὰς πόλεις τοῦ Μεισώρ, καὶ πᾶσαν τὴν βασιλείαν τοῦ Σηὼν βασιλέως τῶν Ἀμορραίων, ὃν ἐπάταξεν Μωυσῆς αὐτὸν καὶ τοὺς ἡγουμένους Μαδιάμ, κα τὸν Εὐεὶ κοὶ τὸν Ῥόβοκ καὶ τὸν Σοὺρ καὶ τὸν ὢρ κοὶ τὸν Ῥόβε ἄρχοντα, ἔναρα Σειών, καὶ τοὺς κατοικοῦντας Σειών.
22καὶ τὸν Βαλαὰμ τὸν τοῦ Βεὼρ τὸν μάντιν ἀπέκτειναν ἐν τῇ ῥοπῇ.
23ἐγένετο δὲ τὰ ὅρια Ῥουβήν, Ἰορδάνης ὅριον. αὕτη ἡ κληρονομία υἱῶν Ῥουβὴν κατὰ δήμους αὐτῶν, οἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν.
24Ἔδωκεν δὲ Μωυσῆς τοῖς υἱοῖς Γὰδ κατὰ δήμους αὐτῶν.
25καὶ ἐγένετο τὰ ὅρια αὐτῶν Ἰαζήρ, πᾶσαι αἱ πόλεις Γαλαὰδ καὶ τὸ ἥμισυ γῆς υἱῶν Ἄμμων ἕως Ἄραβά, ἥ ἐστιν κατὰ πρόσωπον Ἀράδ,
26καὶ ἀπὸ Ἑσεβὼν ἕως ἀραβὼθ κατὰ τὴν Μασσηφά, καὶ Βοτανεὶ καὶ Βαὰν ἕως τῶν ὁρίων Δαιβών,
27καὶ ’Εναδὼμ καὶ Ὀθαργαεὶ καὶ Βαινθαναβρὰ κα Σοκχωθὰ καὶ Σαφάν καὶ τὴν λοιπὴν βασιλείαν Σηὼν βασιλέως Ἑσεβών· καὶ ὁ Ἰορδάνης ὁριεῖ ἕως μέρους τῆς θαλάσσης Χενέρεθ πέραν τοῦ Ἰορδάνου ἀπ’ ἀνατολῶν.
28αὕτη ἡ κληρονομία υἱῶν Γὰδ κατὰ δήμους αὐτῶν· ἐπιστρέψουσιν ἐναντίον τῶν ἐχθρῶν αὐτῶν· ὅτι ἐγενήθη κατὰ δήμους αὐτῶν· αἱ πόλεις αὐτῶν κοὶ αἱ ἐπαύλεις αὐτῶν.
29Καὶ ἔδωκεν Μωυσῆς τῷ ἡμίσει φυλῆς Μανασσὴ κατὰ δήμους αὐτῶν.
30καὶ ἐγένετο τὰ δρία αὐτῶν ἀπὸ Μαανὰ καὶ πᾶσα βασιλεία Βασανεὶ καὶ πᾶσα βασιλεία Ὢγ βασιλέως βασᾶν, καὶ πάσας τὰς κώμας Ἰαεὶρ αἵ εἰσιν ἐν τῆ Βασανείτιδι, ἑξήκοντα πόλεις·
31καὶ τὸ ἥμισυ τῆς Γαλαάδ, καὶ ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδράειν πόλεις βασιλείας Ὢγ ἐν Βασανείτιδι, τοῖς υἱοῖς Μαχεὶρ υἱοῖς Μανασσὴ καὶ τοῖς ἡμίσεσιν υἱοῖς Μαχεὶρ υἱοῖς Μανασσὴ κατὰ δήμους αὐτῶν.
32Οὗτοι οὓς κατεκληρονόμησεν Μωυσῆς πέραν τοῦ Ἰορδάνου ἐν ἀραβὼθ Μωάβ, ἐν τῷ πέραν τοῦ Ἰορδάνου τοῦ κατὰ Ἰερειχὼ ἐπ’ ἀνατολῶν.
Abrir Josué 13 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario