Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Josué 16 en hebreo y español.
1Καὶ ἐγένετο τὰ ὅρια υἱῶν Ἰωσὴφ ἀπὸ τοῦ Ἰορδάνου τοῦ κατὰ Ἰερειχὼ ἀπ’ ἀνατολῶν, καὶ ἀναβήσεται ἀπὸ Ἰερειχὼ εἰς τὴν ὀρεινὴν τὴν ἔρημον εἰς Βαιθὴλ Λοῦζα,
2καὶ ἐξελεύσεται εἰς Βαιθήλ, κα παρελεύσεται ἐπὶ τὰ ὅρια τοῦ Χαταρωθεί,
3καὶ διελεύσεται ἐπὶ τὴν θάλασσαν ἐπὶ τὰ ὅρια Ἁπταλεὶμ ἕως τῶν ὁρίων Βαιθωρὼν τὴν κάτω, κοὶ ἱστᾶι ἡ διέξοδος αὐτῶν ἐπὶ τὴν θάλασσαν.
4καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Ἰωσήφ, Ἐφράιμ καὶ Μανασσή.
5Καὶ ἐγενήθη ὅρια υἱῶν Ἐφράιμ κατὰ δήμους αὐτῶν· καὶ ἐγενήθη τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ἀπὸ ἀνατολῶν Ἀσταρὼθ καὶ Ἐρὸκ ἕως Βαιθωρὼν τὴν καὶ Γαζαρά.
6καὶ; ἐλεύσεται τὰ ὅρια ἐπὶ τὴν θάλασσαν εἰς Ἱκασμὼν ἀπὸ βορρᾶ Θέρμα. περιελεύσεται εἰς ἀνατολὰς εἰς Θηνασὰ καὶ Σελλησά, καὶ παρελεύσεται ἀπ’ ἀνατολῶν εἰς Ἰανῶκα
7καὶ εἰς Μαχῶ καὶ Ἀσταρώθ, καὶ αἱ κῶμαι αὐτῶν· καὶ ἐλεύσεται ἐπὶ Ἰερειχώ, καὶ διεκβαλεῖ ἐπὶ τὸν Ἰορδάνην.
8καὶ ἀπὸ Τάφου πορεύσεται τὰ ὅρια ἐπὶ θάλασσαν ἐπὶ Χελκανά, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ θάλασσαν· αὕτη ἡ κληρονομία φυλῆς Ἐφράιμ κατὰ δήμους
9καὶ αἱ πόλεις αἱ ἀφορισθεῖσαι τοῖς υἱοῖς Ἐφράιμ ἀνὰ μέσον τῆς κληρονομίας υἱῶν Μανασσή, πᾶσαι αἱ πόλεις καὶ αἱ κῶμα αὐτῶν;
10καὶ οὐκ ἀπώλεσεν Ἐφράιμ τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γάζερ· καὶ κατῴκει ὁ Χαναναῖος ἐν τῶ Ἐφράιμ ἕως τῆς ἡμέρας ταύτης, ἕως ἀνέβη Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ ἔλαβεν αὐτὴν καὶ αὐτὴν ἐν πυρί, καὶ τοὺς χαναναίους καὶ τοὺς Φερεζαίους καὶ τοὺς κατοικοῦντας ἐν Γάζερ ἐξεκέντησαν· καὶ ἔδωκεν αὐτὴν Φαραὼ ἐν φερνῇ τῇ θυγατρὶ αὐτοῦ.
Abrir Josué 16 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario