Josué 17

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Josué 17 en hebreo y español.

1καὶ ἐγένετο τὰ ὅρια φυλῆς υἱῶν Μανασσή, ὅτι οὗτος τῷ Ἰωσήφ· τῷ Μαχεὶρ πρωτοτόκῳ Μανασσὴ πατρὶ Γαλαάδ, ἀνὴρ γὰρ πολεμιστὴς ἦν, ἐν τῇ Γαλααδείτιδι καὶ ἐν τῇ Βασανείτιδι.

2καὶ ἐγενήθη τοῖς υἱοῖς Μανασσὴ τοῖς λοιποῖς κατὰ δήμους αὐτῶν, τοῖς υἱοῖς ᾿Ιέζει καὶ τοῖς υἱοῖς Κέλεζ καὶ τοῖς υἱοῖς Ἰεζειὴλ κοὶ τοῖς Σύχεμ καὶ τοῖς υἱοῖς Συμαρεὶμ καὶ τοῖς υἱοῖς Ὃφερ· οὗτοι οἱ ἄρσενες κατὰ δήμους αὐτῶν.

3καὶ τῷ Σαλπαὰδ υἱῷ Ὃφερ. οὐκ ἦσαν αὐτῷ υἱοὶ ἀλλ’ ἢ θυγατέρες· καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπαάδ· Μααλὰ καὶ Νουὰ καὶ Ἑγλὰ καὶ Μελχὰ καὶ Θερσά.

4καὶ ἔστησαν ἐναντίον Ἐλεαζὰρ τοῦ ἱερέως καὶ ἐναντίον Ἰησοῦ καὶ ἐναντίον τῶν ἀρχόντων λέγουσαι ῾Ο θεὸς ἐνετείλατο διὰ χειρὸς Μωυσῆ δοῦναι ἡμῖν κληρονομίαν ἐν μέσῳ τῶν ἀδελφῶν ἡμῶν. κα ἐδόθη αὐταῖς διὰ προστάγματος Κυρίου κλῆρος ἐν τοῖς ἀδελφοῖς τοῦ πατρὸς αὐτῶν.

5καὶ ἔπεσεν ὁ σχοινισμὸς αὐτῶν ἀπὸ Ἀνασσά, καὶ πεδίον Λαβὲκ ἐκ τῆς Γαλαὰδ ἥ ἐστιν πέραν τοῦ Ἰορδάνου·

6ὅτι θυγατέρες υἱῶν Μανασσὴ ἐκληρονόμησαν κλῆρον ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν. ἡ δὲ γῆ Γαλαὰδ ἐγενήθη τοῖς υἱοῖς Μανασσὴ τοῖς καταλελιμμένοις.

7καὶ ἐγενήθη δρία υἱῶν Μανασσὴ Δηλανάθ, ἤ κατὰ πρόσωπον υἱῶν Ἀνάθ, καὶ πορεύεται ἐπὶ τὰ ὃρια ἐπὶ ῾ καὶ Ἰασσεὶβ ἐπὶ πηγὴν Θαφθώθ·

8τῷ Μανασσὴ ἔσται, ἐπὶ τῶν ὁρίων Μανασσὴ τοῖς υἱοῖς Ἐφράιμ.

9καὶ καταβήσεται τὰ ὅρια ἐπὶ Φάραγγα κάρανά ἐπὶ λίβα κατὰ Φάραγγα Ἰαριήλ, τερέμινθος μινθος τῷ Ἐφράιμ ἀνὰ μέσον πόλεως Μανασσή. καὶ ὅρια Μανασσὴ ἐπὶ τὸν βορρᾶν εἰς τὸν χειμάρρουν. καὶ ἔσται αὐτοῦ ἡ διέξοδος θάλασσα

10ἀπὸ λιβὸς τῷ Ἐφράιμ, καὶ ἱστᾶι ἡ θάλασσα ὅρια αὐτοῖς· καὶ ἐπὶ Ἰασὴβ συνάψουσιν ἐπὶ βορρᾶν, καὶ τῷ Ἰσσαχὰρ ὄπ’ ἀνατολῶν.

11καὶ ἔσται Μανασση ἐν Ἰσσαχὰρ καὶ ἐν Ἀσὴρ Καιθοὰν καὶ αἱ κῶμαι αὐτῶν, κα τοὺς κατοικοῦντας Δῶρ’ καὶ τὰς κώμας αὐτῆς, καὶ τοὺς κατοικοῦντας Μαγεδδὼ καὶ τὰς κώμας αὐτῆς, καὶ τὸ τρίτον τῆς Μαφετὰ καὶ τὰς κώμας αὐτῆς.

12καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Μανασσὴ ἐξολεθρεῦσαι τὰς πόλεις ταύτας. καὶ ἤρχετο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ.

13καὶ ἐγενήθη καὶ ἐπεὶ κατίσχυσαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐποίησαν τοὺς Χαναναίους ὑπηκόους, ἐξολεθρεῦσαι δὲ αὐτοὺς οὐκ ἐξωλέθρευσαν.

14᾿Αντεῖπαν δὲ οἱ υἱοὶ Ἰωσὴφ τῷ Ἰησοῦ λέγοντες Διὰ τί μᾶς κλῆρον ἔνα καὶ σχοίνισμα ἓν ; ἐγὼ δὲ λαὸς εἰμι, καὶ ὁ θεὸς εὐλόγησέν με.

15καὶ εἶπεν αὐτοῖς Ἰησοῦς Εἰ λαὸς πολὺς εἰ, ἀνάβηθι εἰς τὸν δρυμὸν καὶ ἐκκάθαρον σεαυτῷ, εἰ στενοχωρεῖ σε τὸ ὄρος τὸ Ἐφράιμ.

16καὶ εἶπαν Οὐκ ἀρέσκει τὸ ὄρος τὸ Εφράιμ· καὶ ἳππος ἐπίλεκτος καὶ σίδηρος τῷ τῶ κατοικοῦντι ἐν αὐτῶ ἐν Βαιθαισὰν καὶ ἐν ταῖς κώμαις , ἐν τῇ κοιλάδι ᾿Ισραήλ.

17καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ἰωσήφ Εἰ λαὸς πολὺς εἶ καὶ ἰσχὺν μεγάλην ἔχεις, οὐκ ἔσται σοι κλῆρος εἷς.

18ὁ γὰρ δρυμὸς ἔσται σοι, ὃτι δρυμός ἐστιν, καὶ ἐκκαθαριεῖς αὐτόν, καὶ ἰᾶται σοι. καὶ ὅταν ἐξολεθρεύσῃς τὸν Χαναναῖον, ὅτι ἵππος ἐπίλεκτός ἐστιν αὐτῷ· σὺ γὰρ ὑπερισχύεις αὐτοῦ.

Abrir Josué 17 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario