Josué 18

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Josué 18 en hebreo y español.

1καὶ ἐξεκκλησιάσθη πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ εἰς Σηλώ, κα ἔπηξαν ἐκεῖ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἡ γῆ ἐκρατήθη ὑπ’ αὐτῶν·

2καὶ κατελείφθησαν οἱ υἱοὶ Ἰσραὴλ οἳ οὐκ ἐκληρονόμησαν, ἑπτὰ φυλαί.

3καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ἰσραὴλ Ἓως τίνος ἐκλυθήσεσθε κληροἣν ἔδωκεν κύριος ὁ θεὸς ἡμῶν ;

4δότε ἐξ ὑμῶν τρεῖς ἄνδρας ἐκ φυλῆς, καὶ ἀναστάντες διελθέτωσαν τὴν γῆν, καὶ διαγραψάτωσαν αὐτὴν ἐναντίον μου καθὰ δεήσει διελθεῖν αὐτήν. κοὶ διήλθοσαν πρὸς αὐτόν,

5καὶ διεῖλεν αὐτοῖς ἑπτὰ μερίδας. στήσεται αὐτοῖς ὅριον ἀπὸ λιβός, καὶ οἱ υἱοὶ Ἰωσὴφ στήσονται ἀπὸ βορρᾶ.

6ὑμεῖς δὲ μερίσατε τὴν γῆν ἑπτὰ μερίδας καὶ πρὸς μὲ ὧδε, καὶ ἐξοίσω ὑμῖν κλῆρον ἔναντι κυρίου τοῦ θεοῦ ἡμῶν.

7οὐ γάρ ἐστιν μερὶς τοῖς υἱοῖς Λευεὶ ἐν ὑμῖν, ἱερατεία γὰρ κυρίου αὐτοῦ· καὶ Γὰδ καὶ Ῥουβὴν καὶ τὸ ἥμισυ φυλῆς τὴν κληρονομίαν αὐτῶν πέραν τοῦ Ἰορδάνου ἐπ’ ἁ ἣν ἔδωκεν αὐτοῖς Μωυσῆς ὁ παῖς κυρίου.

8καὶ ἀναστάντες οἱ ἐπορεύθησαν. καὶ ἐνετείλατο Ἰησοῦς τοῖς ἀνδράσιν τοῖς πορευομένοις χωροβατῆσαι τὴν γῆν λέγων Πορεύεσθε καὶ χωροβατήσατε τὴν γῆν, καὶ παραγενήθητε πρὸς μέ· καὶ ὧδε ἐξοίσω ὑμῖν κλῆρον ἔναντι κυρίου ἐν Σληώ.

9καὶ ἐπορεύθησαν καὶ ἐχωροβάτησαν τὴν γῆν, καὶ ἴδοσαν αὐτήν, καὶ ἔγραψαν αὐτὴν κατὰ πόλεις ἑπτὰ μερίδας εἰς βιβλίον, καὶ ἤνεγκαν πρὸς Ἰησοῦν.

10καὶ ἐνέβαλεν αὐτοῖς Ἰησοῦς κλῆρον ἐν Σηλὼ ἔναντι κυρίου.

11καὶ ἐξῆλθεν ὁ κηῆρ πρῶτος κατὰ δήμους αὐτῶν· καὶ ἐξῆλθεν ὃρια τοῦ κλήρου ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον τῶν υἱῶν Ἰωσήφ.

12καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ βορρᾶ· ἀπὸ τοῦ Ἰορδάνου προσαναβήσεται τὰ ὅρια κατὰ νώτου Ἰερειχὼ ἀπὸ βορρᾶ, καὶ ἀναβήσεται ἐπὶ τὸ ὄρος ἐπὶ τὴν θάλασσαν, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος Μαβδαρεῖτις Βαιθών·

13καὶ διελεύσεται ἐκεῖθεν τὰ δρία Λοῦζα ἐπὶ νώτου Λοῦζα ἀπὸ λιβὸς αὐτῆς, αὕτη ἐστὶν Βαιθήλ· καὶ καταβήσεται τὰ ὅρια Μααταρωθορὲχ ἐπὶ τὴν ὀρεινήν, ἥ ἐστιν πρὸς λίβα Βαιθωρών, ἡ κάτω·

14καὶ διελεύσεται τὰ ὅρια καὶ παρελεύσεται ἐπὶ τὸ ὄρος τὸ βλέπον παρὰ θάλασσαν ἀπὸ λιβός, ἀπὸ τοῦ ὄρους ἐπὶ πρόσωπον Βαιθωρὼν λίβα, κοὶ ἔσται αὐτοῦ ἡ διέξοδος εἰς Καριαθβάαλ, αὕτη ἐστὶν Καριαθιαρείν, πόλι υἱῶν Ἰούδα· τοῦτό ἐστιν τὸ μέρος τὸ πρὸς θάλασσαν

15καὶ μέρος τὸ πρὸς λίβα ἀπό μέρους Καριαθβάαλ· καὶ διελεύσεται ὅρια εἰς Γασεἱν, ἐπὶ πηγὴν ὕδατος Ναφθώ·

16καὶ καταβήσεται τὰ ὅρια ἐπὶ μέρους, τοῦτό ἐστιν κατὰ πρόσωπον νάπης Σοννάμ, ὅ ἐστιν ἐκ μέρους Ἐμεκραφαεὶν ἀπὸ βορρᾶ· καὶ καταβήσεται Γαίεννα ἐπὶ νότον Ἰεβουσαὶ ἀπὸ λιβός, καταβήσεται ἐπὶ πηγὴν Ῥωγήλ·

17καὶ διελεύσεται ἐπὶ πηγὴν Βαιθσάμυς, καὶ παρελεύσεται ἐπὶ Γαλιαώθ, ἥ ἀπέναντι πρὸς ἀνάβασιν Αἰθαμείν, καὶ καταβήσεται ἐπὶ λίθον υἱῶν Ῥουβήν·

18καὶ διελεύσεται κατὰ νώτου Βαιθαραβὰ ἀπὸ βορρᾶ, καὶ καταβήσεται

19ἐπὶ τὰ ὅρια ἐπὶ νῶτον θάλασσαν ἀπὸ βορρᾶ· καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ λοφιὰν τῆς θαλάσσης τῶν ἁλῶν ἑ ’πὶ βορρᾶν εἰς μέρος τοῦ Ἰορδάνου ἀπὸ λιβός· ταῦτα τὰ ἅ ἐστιν ἀπὸ λιβός.

20καὶ ὁ Ἰορδάνης ὁριεῖ ἀπὸ μέρους ἀνατολῶν. αὕτη ἡ κληρονομία υἱῶν Βενειαμείν, τὰ ὅρια αὐτῆς κύκλῳ κατὰ δήμους.

21καὶ ἐγενήθησαν αἱ πόλεις τῶν υἱῶν Βενιαμέὶν κατὰ δήμους αὐτῶν Ἰερειχὼ καὶ Βεθεγαιὼ καὶ Ἀμεκασεὶς

22καὶ Βαιθαβαρὰ καὶ Σάρα καὶ Βησανὰ

23καὶ Αἰεὶν καὶ Φάρα καὶ Ἰεφραθὰ

24καὶ Καραφὰ καὶ Κεφειρὰ καὶ Μονεὶ καὶ Γάβαα, πόλεις δέκα δύο καὶ αἱ κῶμαι αὐτῶν·

25Γαβαὼν καὶ Ῥαμὰ καὶ Βεηρωθὰ

26καὶ Μασσημὰ καὶ Μειρὼν καὶ Ἁμωκὴ

27καὶ Φειρὰ καί Καφὰν καὶ Νακὰν καὶ Σεληκὰν καὶ Θαρεηλὰ

28καὶ Ἰεβούς, αὕτη ἐστὶν Ἰερουσαλήμ, καὶ πόλεις καὶ Γαβαωθιαρείμ, πόλεις τρεῖς καὶ δέκα καὶ αἱ κῶμαι αὐτῶν. αὕτη ἡ κληρονομία υἱῶν Βενιαμεὶν κατὰ δήμους αὐτῶν.

Abrir Josué 18 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario