Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Lamentaciones 5 en hebreo y español.
1Μνήσθητι, Κύριε, ὅ τι ἐγενήθη ἡμῖν, ἐπίκκβλεψον καὶ ἴδε τὸν ὀνειδισμὸν ἡμῶν.
2κληρονομία ἡμῶν μετεστράφη ἀλλοτρίοις, οἱ οἶκοι ἡμῶν ξένοις.
3ὀρφανοὶ ἐγενήθημεν, οὐχ ὑπάρχει πατήρ, μητέρες ἡμῶν ὡς αἱ χῆραι.
4ἐξ ἡμερῶν ἡμῶν ξύλα ἡμῶν ἐν ἀλλάγματι ἦλθεν·
5ἐπὶ τὸν τράχηλον ἡμῶν ἐδιώχθημεν· ἐκοπιάσαμεν, οὐκ ἀνεπαύθημεν.
6Αἶγυπτος ἔδωκεν χείρα. Ἀσσοὺρ εἰς πλησμονὴν αὐτῶν.
7οἱ πατέρες ἡμῶν ἥμαρτον, οὐχ ὑπάρχουσιν, ἡμεῖς τὰ ἀνομήματα αὐτῶν ὑπέσχομεν.
8δοῦλοι ἐκυρίευσαν ἡμῶν, λυτρούμενος οὐκ ἔστιν ἐκ τῆς χειρὸς αὐτῶν.
9ἐν ταῖς ψυχαῖς ἡμῶν εἰσοίσομεν ἄρτον ἡμῶν ἀπὸ προσώπου όομφαίας τῆς ἐρήμου.
10τὸ δέρμα ἡμῶν ὡς κλίβανος ἐπελιώθη, συνεσπάσθησαν ἀπὸ προσώπου καταιγίδων λιμοῦ.
11γυναῖκας ἐν Σειὼν ἐταπείνωσαν, παρθένους ἐν πόλεσιν Ἰούδα.
12ἄρχοντες ἐν χερσὶν αὐτῶν ἐκρεμάσθησαν, πρεσβύτεροι οὐκ ἐδοξάσθησαν.
13ἐκλεκτοὶ κλαυθμὸν ἀνέλαβον, καὶ νεανίσκοι ἐν ξύλῳ ἠσθένησαν.
14καὶ πρεσβῦται ἀπὸ πύλης κατέπαυσαν, ἐκλεκτοὶ ἐκ ψαλμῶν αὐτῶν κατέπαυσαν,
15κατέλυσεν χαρὰ καρδίας ἡμῶν, ἐστράφη εἰς πένθος ὁ χορὸς ἡμῶν,
16ἔπεσεν ὁ στέφανος ἡμῶν τῆς κεφαλῆς. οὐαὶ δὴ ἡμῖν, ὅτι ἡμάρτομεν.
17περὶ τούτου ἐγενήθη ὀδύνη ὀδυνηρὰ ἡ καρδία ἡμῶν. περὶ τούτου ἐσκότασαν οἱ ὀφθαλμοὶ ἡμῶν.
18ἐπ᾿ ὄρος Σειών, ὅτι ἠφανίσθη, ἀλώπεκες διῆλθον ἐν αὐτῇ.
19σὺ δέ, Κύριε, εἰς τὸν αἰῶνα κατοικήσεις, ὁ θρόνος σου εἰς γενεὰν καὶ γενεάν.
20ζνα τί εἰς νῖκος ἐπιλήσῃ ἡμῶν; καταλείψεις ἡμᾶς εἰς μακρότητα ἡμερῶν;
21ἐπίστρεψον ἡμᾶς, Κύριε, πρὸς σέ, καὶ ἐπιστραφησόμεθα· καὶ ἀνακαίνισον ἡμέρας ἡμῶν καθὼς ἔμπροσθεν.
22ὅτι ἀπωθούμενος ἀπώσω ἡμᾶς, ὐργίσθης ἐφʼ ἡμᾶς ἕως σφόδρα.
Abrir Lamentaciones 5 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario