Miqueas 4

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Miqueas 4 en hebreo y español.

1Καὶ ἔσται ἐπʼ ἐσχάτων τῶν ἡμερῶν ἐμφανές τὸ ὄρος τοῦ κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ σπεύσουσιν πρὸς αὐτὸ λαοί,

2καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσιν Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ· καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐυ ταῖς τρίβοις αὐτοῦ. ὅτι ἐκ Σειὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἰερουσαλήμ,

3καὶ κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν, καὶ ἐξελέγξει ἔθνη ἰσχυρὰ ἕως εἰς μακράν· καὶ κατακόψουσιν τὰς όομφαίας αὐτῶν εἰς ἄροτρα καὶ τὰ δόρατα αὐτῶν εἰς δρέπανα, καὶ οὐκέτι μὴ ἀντάρῃ ἔθνος ἐπ ἔθνος ῥομφαἰαν, καὶ οὐκέτι μὴ μάθωσιν πολεμεῖν·

4καὶ ἀναπαύσεται ἕκαστος ὑποκάτω ἀμπέλου αὐτοῦ, καὶ ἕκαστος ὑποκάτω συκῆς αὐτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν, διότι τὸ στόμα Κυρίου ΙΙαντοκράτορος ἐλάλησεν ταῦτα·

5ὅτι πάντες οἱ λαοὶ πορεύσουται ἕκαστος τὴν ὁδὸν αὐτοῦ, ἡμεῖς δὲ πορευσόμεθα ἐν ὀνόματι Κυρίου θεοῦ ἡμῶν εἰς τὸν αἰῶνα καὶ ἐπέκεινα.

6ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, συνάξω τὴν συντετριμμένην, καὶ τὴν ἐξωσμένην εἰσδέξομαι, καὶ οὓς ἀπωσάμην·

7καὶ θήσομαι τὴν συντετριμμένην εἰς ὑπόλιμμα, καὶ τὴν ἀπωσμένην εἰς ἔθνος δυνατόν, καὶ βασιλεύσει Κύριος ἐπʼ αὐτοὺς ἐν ὄρει Σειὼν ἀπὸ τοῦ υῦν ἕως εἰς τὸν αἰῶνα.

8καὶ σύ, πύργος ποιμνίου αὐχμώδης, θυγάτηρ Σειών, ἐπὶ σὲ ἥξει, καὶ εἰσελεύσεται ἡ ἀρχὴ ἡ πρώτη, βασιλεία ἐκ Βαβυλῶνος τῇ θυγατὶ Ιερουσαλήμ.

9Καὶ νῦν ἴνα τί ἔγνως κακά ; μὴ βασιλεὺς οὐκ ἧν σοι; ἤ ἡ βουλή σου ἀπώλετο ὅτι κατεκράτησάν σου ὠδῖνες ὡς τικτούσης;

10ὥδινε καὶ ἀνδρίζου καὶ ἔγγιζε, θυγάτηρ Σειών, ὡς τίκτουσα· διότι νῦν ἐξελεύσῃ ἐκ πόλεως, καὶ κατασκηνώσεις ἐν πεδίῳ, καὶ ἥξεις ἕως Βαβυλῶνος· ἐκεῖθεν δύσεταί σε Κύριος ὁ θεός σου ἐκ χειρὸς ἐχθρῶν σου.

11καὶ νῦν ἐπισυνήχθη ἐπὶ σὲ ἔθνη πολλὰ λέγοντες Ἐπιχαρούμεθα, καὶ ἐπόψονται ἐπὶ Σειὼν οἱ ὀφθαλμοὶ ἡμῶν.

12αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὸν λογισμὸν Κυρίου. καὶ οὐ συνῆκαν τὴν βουλὴν αὐτοῦ, ὅτι συνήγαγεν αὐτοὺς ὡς δράγματα ἄλωνος.

13ἀνάστηθι καὶ ἀλόα αὐτούς, θυγάτηρ Σειών, ὅτι τὰ κέρατά σου θήσομαι σιδηρᾶ, καὶ τὰς ὁπλάς σου θήσομαι χαλκᾶς· καὶ κατατήξεις λαοὺς πολλούς, καὶ ἀναθήσεις τῷ κυρίῳ τὸ πλῆθος αὐτῶν, καὶ τὴν ἰσχὺν αὐτῶν τῷ κυρίῳ πάσης τῆς γῆς.

Abrir Miqueas 4 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario