Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Miqueas 6 en hebreo y español.
1Ἀκούσατε δὴ λόγον. κύριος Κύριος εἶπεν Ἀνάστηθι κρίθητι πρὸς τὰ ὄρη, καὶ ἀκουσάτωσαν οἱ βουνοὶ φωνήν σου.
2ἀκούσατε, λαοί, τὴν κρίσιν τοῦ κυρίου, καὶ αἱ φάραγγες θεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ Ἰσραὴλ δίελεγχθήσεται.
3λαός μου, τί ἐποίησά σοι, ἡ τί ἐλύπησά σε, ἡ τί παρηνώχλησά σοι; ἀποκρίθητί μοι.
4διότι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ ἐξ οἴκου δουλίας ἐλυτρωσάμην σε, καὶ ἐξαπέστειλα πρὸ προσώπου σου τὸν Μωσῆν καὶ Ἀαρὼν καὶ Μαριάμ.
5λαός μου, μνήσθητι δὴ τί ἐβουλεύσατο κατὰ σοῦ Βαλὰκ βασιλεὺς Μωάβ, καὶ τί ἀπεκρίθη αὐτῷ Βαλαὰμ υἱὸς τοῦ Βεὼρ ἀπὸ τῶν σχοίνων ἕως τοῦ Γαλγάλ, ὅπως γνωσθῇ ἡ δικαιοσύνη τοῦ κυρίου.
6ἐν τίνι καταλάβω τὸν κύριον , ἀντιλήμψομαι θεοῦ μου Γψίστου; εἰ καταλήμψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν ἐν μόσχοις ἐνιαυσίοις;
7εἰ προσδέξεται Κύριος ἐν χιλιάσιν κριῶν ἤ ἐν μυριάσιν χιμάραον πιόνων; εἰ δὰι πρωτότοκά μου ἀσεβείας, καρπὸν κοιλίας μου ὑπέρ ἁμαρτίας ψυχῆς μου;
8εἰ ἀνηγγέλη σοι, ἄνθρωπε, τί καλόν; ἡ τί Κύριος ἐκζητεῖ παρὰ σοῦ ἀλλʼ ἡ τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾶν ἔλεον καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου θεοῦ σου;
9Φωνὴ Κυρίου τῇ πόλει ἐπικληθήσεται, καὶ σώσει φοβουμένους τὸ ὄνομα αὐτοῦ. ἄκουε, φυλή, καὶ τίς κοσμήσει πόλιν;
10μὴ πῦρ καὶ οἰκὸς ἀνόμου θησαυρίζων θησαυροὺς ἀνόμους, καὶ μετὰ ὕβρεως ἀδικία;
11εζ ὄικαιωθήσεται ἐν ζυγῷ ἄνομος, καὶ ἐν μαρσίππῳ στάθμια δόλου;
12ἐξ ὧν τὸν πλοῦτον αὐτῶν ἀσεβείας ἔπλησαν, καὶ οἱ κατοικοῦντες αὐτὴν ἐλάλουν ψεύδη, καὶ ἡ γλῶσσα αὐτῶν, ὑψώθητι ἐν τῷ στόματι αὐτῶν.
13καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε, ἀφανιῶ σε ἐν ταῖς ἁμαρτίαις σου.
14σὺ φάγεσαι καὶ οὐ μὴ ἐμπλησθῇς, καὶ σκοτάσει ἐν σοὶ καὶ ἐκνεύσει, καὶ σὺ οὐ μὴ διασωθῇς, καὶ ὅσοι ἐὰν διασωθῶσιν εἰς όομφαίαν παραδοθήσονται·
15σὺ σ περεῖς καὶ οὐ μὴ ἀμήσῃς. σὺ πιέσεις ἐλαίαν καὶ οὐ μὴ ἀλείψῃ ἕλαιον, καὶ οἰνον καὶ οὐ μὴ πίητε, καὶ ἀφανισθήσεται νόμιμα λαοῦ μου.
16καὶ ἐφύλαξας τὰ δικαιώματα Ζαμβρεὶ καὶ πάντα τὰ ἔργα οἴκου Ἀχαάβ, καὶ ἐπορεύθητε ἐν ταῖς ὁδοῖς αὐτῶν, ὅπως παραδῶ σε εἰς ἀφανισμὸν καὶ τοὺς κατοικοῦντας αὐτὴν εἰς συρισμόν, καὶ ὀνείδη λαῶν λήψεσθε.
Abrir Miqueas 6 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario