Números 13

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Números 13 en hebreo y español.

1καὶ μετὰ ταῦτα ἐξῆρεν ὁ λαὸς ἐξ Ἁσηρώθ, καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ Φαράν.

2Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων

3Ἀπόστειλον σεαυτῷ ἄνδρας, καὶ κατασκεψάσθωσαν τὴν γῆν τῶν χαναναίων, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ἰσραὴλ εἰς κατάσχεσιν· ἄνδρα ἕνα κατὰ φυλήν, κατὰ δήμους πατριῶν αὐτῶν ἀποστείλας αὐτούς, πάντα ἀρχηγὸν ἐξ αὐτῶν.

4καὶ ἐξαπέστειλεν αὐτοὺς Μωυσῆς ἐκ τῆς ἐρήμου Φαρᾶν διὰ φωνῆς Τυρίου· πάντες ἄνδρες ἀρχηγοὶ υἱῶν Ἰσραὴλ οὗτοι.

5καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· τῆς φυλῆς Ῥουβήν, Σαμουὴλ υἱὸς Ζακχυρ.

6τῆς φυλῆς Συμεών, Σαφὰτ υἱὸς Σουρεί·

7τῆς φυλῆς Ἰούδα, χαλὲβ υἱὸς Ἰεφοννή.

8τῆς φυλῆς Ἰσσαχάρ, Ἰλαὰλ υἱὸς Ἰωσήφ·

9τῆς φυλῆς Ἐφράιμ, Αὑσὴ υἱὸς Ναυή·

10τῆς φυλῆς Βενιαμείν· Φαλτεὶ υἱὸς Ῥαφού·

11τῆς φυλῆς Ζαβουλών, Γουδιὴλ υἱὸς Σουδεί·

12τῆς φυλῆς Ἰωσὴφ τῶν υἱῶν Μανασσή, Γαδδεὶ υἱὸς Σουσεί·

13τῆς φυλῆς Δάν, Ἀμειὴλ υἱὸς Γᾶμαί·

14τῆς φυλῆς Ἀσήρ, Σαθοὺρ υἱὸς Μειχαήλ·

15τῆς φυλῆς Νεφθαλεί, Ναβεὶ υἱὸς Ἰαβεί.

16τῆς φυλῆς Γάδ, Γουδιὴλ υἱὸς Μακχί.

17ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οὓς ἀπ’ ἀπέστειλεν Μωυσῆς κατασκέψασθαι τὴν γῆν. καὶ ἐπωνόμασεν Μωυσῆς τὸν Λύση υἱὸν Ναυὴ Ἰησοῦν.

18καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς τὴν γῆν Χανάαν καὶ εἶπεν πρὸς αὐτούς Ἀνάβητε ταύτῃ τῇ ἐρήμῳ, καὶ ἀναβήσεσθε εἰς τὸ ὄρος·

19καὶ ὄψεσθε τὴν γῆν τίς ἐστιν, καὶ τὸν λαὸν τὸν ἐνκαθήμενον ἐπ’ αὐτῆς, εἰ ὀσχυρότερός ἐστιν ἢ ἀσθενής, ἢ ὀλίγοι εἰσὶν ἢ πολλοί·

20καὶ τίς ἡ γῆ εἰς ἣν οὗτοι ἐνκάθηνται ἐπ’ αὐτῆς, ἢ καλή ἐστιν ἢ πονηρά· καὶ τίνες αἱ πόλεις εἰς ἃς οὗτοι κατοικοῦσιν ἐν αὐταῖς, ἢ ἐν τειχήρεσιν ἢ ἐν ἀτειχίσταις·

21καὶ τίς ἡ γῆ, ἢ πίων ἢ παρειμένη, ἢ ἔστιν ἐν αὐτῇ δένδρα ἢ οὔ. καὶ προσκαρτερήσαντες λήμψεσθε ἀπὸ τῶν καρπῶν τῆς γῆς. καὶ αἱ ἡμέραι ἡμέραι ἔαρος, πρόδρομοι σταφυλῆς.

22καὶ ἀναβάντες κατεσκέψαντο τὴν γῆν ἀπὸ τῆς ἐρήμου Σεῖν ἕως Ῥαάβ, εἰσπορευομένων Ἑφαάθ.

23καὶ ἀνέβησαν κατὰ τὴν ἔρημον καὶ ἦλθον ἕως Χεβρών, καὶ ἐκεῖ Ἀχειμὰν καὶ Σεσσεὶ καὶ Θελαμείν, γενεαὶ Ἐνάχ· καὶ Χεβρὼν ἑπτὰ ἔτεσιν ᾠκοδομήθη πρὸ τοῦ Τάνιν Αἰγύπτου.

24καὶ ἦλθον ἕως Φάραγγος βότρυος, καὶ κατεσκέψαντο αὐτήν· καὶ ἔκοψαν ἐκεῖθεν κλήματα καὶ βότρυν σταφυλῆς ἕνα ἐπ’ αὐτοῦ, καὶ ἦραν αὐτὸν ἐπ’ ἀναφορεῦσιν, καὶ ἀπὸ τῶν ῥοῶν καὶ ἀπότων σικύων.

25τὸν τόπον ἐκεῖνον ἐπωνόμασαν Φάραγξ βότρυος, διὰ τὸν βότρυν ὃν ἔκοψαν ἐκεῖθεν οἱ υἱοὶ Ἰσραὴλ.

26Καὶ ἀπέστρεψαν ἐκεῖθεν κατασκεψάμενοι τὴν γῆν μετὰ τεσσεράκοντα ἡμέρας.

27καὶ πορευθέντες ἦλθον πρὸς Μωυσῆν κ πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ εἰς τὴν ἔρημον Φαρᾶν καὶ ἀπεκρίθησαν αὐτοῖς ῥῆμα καὶ πάση συναγωγῇ, καὶ ἔδειξαν τὸν καρπὸν τῆς γῆς.

28καὶ διηγήσαντο αὐτῷ καὶ εἶπαν Ἤλθαμεν εἰς τὴν γῆν ἣν ἀπέστειλας ἡμᾶς, γῆν ῥέουσαν γάλα καὶ μέλι, καὶ οὗτος ὁ καρπὸς αὐτῆς·

29ἀλλ᾿ ἢ ὅτι θρασὺ τὸ ἔθνος τὸ κατοικοῦν ἐπ’ αὐτῆς, καὶ πόλεις ὀχυραὶ τετειχισμέναι καὶ μεγάλαι σφόδρα, καὶ τὴν γενεὰν Ἐνὰχ ἑωράκαμεν ἐκεῖ·

30καὶ Ἀμαλὴκ κατοικεῖ ἐν τῇ γῇ τῇ πρὸς νότον, καὶ ὁ Χετταῖος καὶ ὁ Εὑαῖος καὶ ὁ Ἰεβουσαῖος καὶ ὁ Ἀμορραῖος κατοικεῖ ἐν τῇ ὀρεινῇ, καὶ ὁ Χαναναῖος κατοικεῖ παρὰ θάλασσαν.

31καὶ κατεσιώπησεν Χαλὲβ τὸν λαὸν πρὸς Μωυσῆν καὶ εἶπεν αὐτῷ Οὐχί, ἀλλὰ ἀναβάντες ἀναβησόμεθα καὶ κατακληρονομήσομεν αὐτήν, ὅτι δυνατοὶ δυνησόμεθα πρὸς αὐτούς.

32καὶ οἱ ἄνθρωποι οἱ συναναβάντες μετ’ αὐτοῦ εἶπαν οὐκ ἀναβαίνομεν, ὅτι οὐ μὴ δυνώμεθα ἀναβῆναι πρὸς τὸ ἔθνος· ὃτι ἰσχυρότερόν ἐστιν ἡμῶν μᾶλλον.

33καὶ ἐξήνεγκον ἔκστασιν ἐπὶ τῆς γῆς ἢν ντο αὐτὴν πρὸς τοὺς υἱοὺς Ἰσραὴλ λέγοντες τὴν γῆν ἢν τὰς ἐπ’ αὐτῆς ἐστίν. πᾶς ὁ λαὸς ὃν ἑωράκαμεν ἐν αὐτῇ ἄνδρες ὑπερμήκεις ἐκεῖ·

34καὶ ἐκεῖ ἑωράκαμεν τοὺς γίγαντας, καὶ ἦμεν ἐνώπιον αὐτῶν ὡσεὶ ἀκρίδες· ἀλλὰ καὶ οὕτως ἦμεν ἐνώπιον αὐτῶν.

Abrir Números 13 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario