Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Números 17 en hebreo y español.
2Λάλησον τοῖς υἱοῖς Ἰσραήλ, καὶ λάβε παρ’ αὐτῶν ῥάβδον, ῥάβδον κατ’ οἴκους πατριῶν πάρα πάντων τῶν ἀρχόντων ἀυτῶν, κατ’ οἴκους πατρίων ἀυτῶν, δώδεκα ῥάβδους· καὶ ἑκάστου τὸ ὄνομα αὐτοῦ ἐπίγραψον ἐπὶ τῆς ῥάβδου.
3καὶ τὸ ὄνομα Ἀαρὼν ἐπίγραψον ἐπὶ τῆς ῥάβδου Λευεί· ἔστιν γὰρ ῥάβδος μία, κατὰ φυλὴν οἴκου πατριῶν αὐτῶν δώσουσιν.
4καὶ θήσεις αὐτὰς ἐν τῇ σκηνῇ τοῦ μnρτυρίου κατέναντι τοῦ μαρτυρίου, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖ.
5καὶ ἔστα ὁ ἄνθρωπος ὃν ἰὰν ἐκλέξωμαι αὐτόν, ἡ ῥάβδος αὐτοῦ ἐκβλαστήσει· καὶ περιελῶ ἀπ’ ἐμοῦ τὸν γογγυσμὸν τῶν υἱῶν Ἰσραήλ, ἃ αὐτὸ γογγύζουσιν ἐφ’ ὑμῖν.
6καὶ ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ἰσραήλ, καὶ ἔδωκαν αὐτῶ πάντες οἱ ἄρχοντες αὐτῶν ῥάβδον, τῷ ἄρχοντι τῶ ἑνὶ ῥάβδον κατὰ ἄρχοντα, κατ’ οἴκους πατριῶν αὐτῶν, ιβ ῥάβδους· κοὶ ἡ ῥάβδος Ἀαρὼν ἀνὰ μέσον τῶν ῥάβδων αὐτῶν·
7καὶ ἀπέθηκεν Μωυσῆς τὰς ῥάβδους ἔναντι Κυρίου ἐν τῆ σκηνῇ τοῦ μαρτυρίου.
8καὶ ἐγένετο τῇ ἐπαύριον κα εἰσῆλθεν Μωυσῆς καὶ Ἀαρὼν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἰδοὺ ἐβλάστησεν ἡ ῥάβδος Ἀαρὼν εἰς οἶκον Λευεί, καὶ ἐξήνεγκεν βλαστὸν κα ἐξήνθησεν ἄνθη καὶ ἐβλάστησεν κάρυα.
9καὶ ἐξήνεγκεν Μωυσῆς πάσας τὰς ῥάβδους ἀπὸ προσώπου κυρίου πρὸς πάντας υἱοὺς Ἰσραήλ. καὶ εἶδον, καὶ ἔλαβεν ἕκαστος τὴν ῥάβδον αὐτοῦ.
10καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἀπόθες τὴν ῥάβδον Ἀαρὼν ἐνώπιον τῶν μαρτυρίων εἰς διατήρησιν, σημεῖον τοῖς υἱοῖς τῶν ἀνηκόων· καὶ παυσάσθω ὁ γογγυσμὸς αὐτῶν ἀπ’ ἐμοῦ, κα οὐ μὴ ἀποθάνωσιν.
11καὶ ἐποίησεν Μωυσῆς καὶ Ἀαρὼν καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν.
12Καὶ εἶπαν ὁ υἱοὶ Ἰσραὴλ πρὸς Μωυσῆν λέγοντες Ἴδου ἐξανηλώμεθα, ἀπολώλαμεν, παρανηλώμεθα.
13πᾶς ὁ ἁπτόμενος τῆς σκηνῆς κυρίου ἀποθνήσκει· θνήσκει· ἕως εἰς τέλος ἀποθάνωμεν;
Abrir Números 17 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario