Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Números 27 en hebreo y español.
1Καὶ π ροσελθοῦσαι αἱ θυγατέρες Σαλπαάδ υἰοῦ Ὅφερ υἱοῦ Γαλαὰδ υἱοῦ Μαχείρ, τοῦ δήμου Μανασσὴ τῶν υἱῶν ᾿Ιωσήφ, καὶ ταῦτα τὰ ὁνόματα αὐτῶν· Μάλα καὶ Νουὰ καὶ ῾Εγλὰ καὶ Μελχὰ καὶ Θερσά·
2καὶ στᾶσαι ἔναντι Μωυσῆ καὶ ἔναντι ᾿Ελεαζὰρ τοῦ ἱερέως καὶ ἔναντι τῶν ἀρχόντων καὶ ἔναντι πάσης συναγωγῆς ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου λέγουσιν
3῾Ο πατὴρ ἡμῶν ἀπέθανεν ἐν τῇ ἐρήμῳ, καὶ αὐτὸς οὐκ ἢν ἐν μέσῳ τῆς συναγωγῆς τῆς ἐπισυστάσης ἔναντι κυρίου ἐν τῇ συναγωγῇ κόρε· ὅτι διὰ ἁμαρτίαν αὐτοῦ ἀπέθανεν, καὶ υἱοὶ οὐκ ἐγένοντο αὐτῷ.
4μὴ ἐξαλειφθήτω τὸ ὄνομα τοῦ πατρὸς ἡμῶν ἐκ μέσου τοῦ δήμου αὐτοῦ, ὅτι οὐκ ἔστιν αὐτῷ υἱός· δότε ἡμῖν κατάσῳ ἀδελφῶν πατρὸς ἡμῶν.
5καὶ προσήγαγεν Μωυσῆς κρίσιν αὐτῶν ἔναντι Κυρίου.
6καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ὡς θυγατέρες Σαλπαάδ λελαλήκασιν·
7δόμα δώσεις αὐταῖς κληρονομίας ἐν μέσῳ ἀδελφῶν πατρὸς αὐτῶν, καὶ περ θήσεις τὸν κλῆρον τοῦ πατρὸς αὐτῶν αὐταῖς.
8καὶ τοῖς υἱοῖς Ἰσραὴλ λαλήσεις λέγων Ἅνθρωπος ἐὰν ἀποθάνῃ καὶ υἱὸς μὴ ἦν αὐτῷ, περιθήσετε τὴν κληρονομίαν αὐτοῦ τῆ θυγατρὶ αὐτοῦ·
9ἐὰν δὲ μὴ ᾖ θυγάτηρ αὐτῷ, δώσετε τὴν κληρονομίαν τῷ ἀδελφῷ αὐτοῦ·
10ἐὰν δὲ μὴ ὦσιν αὐτῷ ἀδελφοί, δώσετε τὴν κληρονομίαν τῷ ἀδελφῷ τοῦ πατρὸς αὐτοῦ·
11ἐὰν δὲ μὴ ὦσιν ἀδελφοὶ τοῦ πατρὸς αὐτοῦ, δώσετε τὴν κληρονομίαν τῷ οἰκείῳ τῷ ἔγγιοτα αὐτοῦ ἐκ τῆς φυλῆς αὐτοῦ· κληρονομήσει τὰ αὐτοῦ. καὶ ἔσται τοῦτο τοῖς υἱοῖς ᾿Ισραὴλ δικαίωμα κρίσεως, καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ.
12Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ᾿Ανάβηθι εἰς τὸ ὄρος τὸ ἐν τῷ πέραν, τοῦτο τὸ ὄρος Ναβαύ, καὶ ἴδε τὴν γῆν Χανάαν, ἢν ἐγὼ δίδωμι τοῖς υἱοῖς ᾿Ισραὴλ ἐν κατασχέσει·
13καὶ ὄψει αὐτήν, καὶ προστεθήσῃ πρὸς τὸν λαόν σου καὶ σύ, καθὰ προσετέθη ᾿Ααρὼν ὁ ἀδελφός σου ἐν τῷ Ὥρ τῷ ὄρει·
14διότι παρέβητε τὸ ῥῆμά μου ἐν τῇ ἐρήμῳ Σεῖν, ἐν τῷ ἀντιπίπτειν τὴν συναγωγήν , ἁγιάσαι με· οὐχ ἡγιάσατέ με ἐπὶ τῷ ὕδατι ἔναντι αὐτῶν, τοῦτο ἔστιν ὕδωρ ἀντιλογίας ἐν Καδὴς ἐν τῇ ἐρήμῳ Σεῖν.
15καὶ εἶπεν Μωυσῆς πρὸς κύριον
16᾿Επισκεψάσθω κύριος ὁ θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκὸς ἄνθρωπον ἐπὶ τῆς συναγωγῆς ταύτης,
17ὅστις ἐξελεύσεται πρὸ προσώπου αὐτῶν καὶ πρὸ προσώπου αὐτῶν, καὶ ὅστις ἐξάξει αὐτοὺς αὐτούς, καὶ οὐκ ἔσται ἡ συναγωγὴ κυρίου ὡσεὶ πρόβατα οἷς οὐκ ἔστιν ποιμήν.
18καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων Λάβε πρὸς σεαυτὸν τὸν Ἰησοῦν υἱὸν Ναυή, ἄνθρωπον ὃς ἔχει πνεῦμα ἐν ἑαυτῷ, καὶ ἐπιθήσεις τὰς χεῖράς σου ἐπ’ αὐτόν·
19καὶ στήσεις αὐτὸν ἔναντι ᾿Ελεαζὰρ τοῦ ἱερέως, καὶ ἐντελῇ αὐτῷ ἔναντι πάσης συναγωγῆς, καὶ ἐντελῇ περὶ αὐτοῦ ἐναντίον αὐτῶν·
20καὶ δώσεις τῆς δόξης σου ἐπ’ αὐτόν, ὅπως ἂν εἰσακούσωσιν αὐτοῦ οἱ υἱοὶ ᾿Ισραήλ.
21καὶ ἔναντι ᾿Ελεαζὰρ τοῦ ἱερέως στήσεται, καὶ ἔπερωτήσουσιν αὐτὸν τὴν κρίσιν τῶν δήλων ἔναντι κυρίου· ἐπὶ τῷ στόματι αὐτοῦ ἐξελεύσονται καὶ ἐπὶ τῷ στόματι αὐτοῦ εἰσελεύσονται, αὐτὸς καὶ οἱ υἱοὶ ᾿Ισραὴλ ὁμοθυμαδὸν καὶ πᾶσα ἡ συναγωγή.
22καὶ ἐποίησεν Μωυσῆς καθὰ ἐνετείλατο αὐτῷ κύριος· καὶ λαβὼν τὸν Ἰησοῦν ἔστησεν αὐτὸν ἐναντίον ᾿Ελεαζὰρ τοῦ ἱερέως καὶ ἔναντι πάσης συναγωγῆς, καὶ ἐπέθηκεν τὰς χεῖρας αὐτοῦ ἐπ’ αὐτόν, καὶ συνέστησεν αὐτόν, καθάπερ συνέταξεν κύριος τῷ Μωυσῇ.
Abrir Números 27 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario