Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Oseas 13 en hebreo y español.
1Κατὰ τὸν λόγον Ἐφράιμ δικαιώματα αὐτὸς ἔλαβεν ἐν τῷ Ἰσραήλ, καὶ ἔθετο αὐτά τῇ Βάαλ καὶ ἀπέθανεν.
2καὶ προσέθεντο τοῦ ἁμαρτάνειν, καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα ἐκ τοῦ ἀργυρίου αὐτῶν κατʼ εἰκόνα εἰδώλων, ἔργα τεκτόνων συντετελεσμένα αὐτοῖς· αὐτοὶ λέγουσιν Θύσατε ἀνθρώπους. μόσχοι γὰρ ἐκλελοίπασιν.
3διὰ τοῦτο ἔσονται ὡς νεφέλη πρωινὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη, ὡς χνοῦς ἀποφυσώμενος ἀφʼ ἅλωνος καὶ ὡς ἀτμὶς ἀπὸ δακρύων.
4ἐγὼ δὲ Κύριος ὁ θεός σου, στερεῶν τὸν οὐρανὸν καὶ κτίζων γῆν, οὗ αἱ χεῖρες ἔκτισαν πᾶσαν τὴν στρατείαν τοῦ οὐρανοῦ, καὶ οὐ παρέδειξά σοι αὐτὰ τοῦ πορεύεσθαι ὀπίσω αὐτῶν· καὶ ἐγὼ ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ θεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ, καὶ σώζων οὐκ ἔστιν παρέξ ἐμοῦ.
5ἐγὼ ἐποίμαινόν σε ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἀοικήτῳ
6κατὰ τὰς νομὰς αὐτῶν· καὶ ἐνεπλήσθησαν εἰς πλησμομήν, καὶ ὑψώθησαν αἱ καρδίαι αὐτῶν, ἕνεκα τούτου ἐπελάθοντό μου.
7καὶ ἔσομαι αὐτοῖς ὡς πανθὴρ καὶ ὡς πάρδαλις κατὰ τὴν ὁδὸν Ἀσσυρίων·
8ἀπαντήσομαι αὐτοῖς ὡς ἄρκος ἀπορουμένη, καὶ διαρρήξω συνκλεισμὸν καρδίας αὐτῶν, καὶ καταφάγονται αὐτοὺς ἐκεῖ σκύμνοι δρυμοῦ, θηρία ἀγροῦ διασπάσει αὐτούς.
9τῇ διαφθορᾷ σου, Ἰσραήλ, τίς βοηθήσει;
10ποῦ ὁ βασιλεὺς σου οὕτος; καὶ διασωσάτω σε ἐν πάσαις ταῖς πόλεσίν σου· κρινάτω σε ὃν εἶπας Δός μοι βασιλέα καὶ ἄρχοντα.
11καὶ ἔδωκά σοι βασιλέα ἐν ὀργῇ μου, καὶ ἔσχον ἐν τῷ θυμῷ μου.
12συστροφὴν ἀδικίας Ἐφράιμ, ἐνκεκρυμμένη ἡ ἁμαρτία αὐτοῦ·
13ὠδῖνες ὡς τικτούσης ἥξουσιν αὐτῷ. οὗτος ὁ υἱός σου ὁ φρόνιμος, διότι οὐ μὴ ὑποστῇ ἐν συντριβῇ τέκνων.
14ἐκ χειρὸς ᾅδου ῥύσομαι καὶ ἐκ θανάτου λυτρώσομαι αὐτούς· ποῦ ἡ δίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου, ᾅδη ; παράκλησις κέκρυπται ἀπὸ ὀφθαλμῶν μοῦ,
15διότι οὗτος ἀνὰ μέσον ἀδελφῶν διαστελεῖ ἐπάξει καύσωνα ἄνεμον Κύριος ἐκ τῆς ἐρήμου ἐπʼ αὐτόν, καὶ ἀναξηρανεῖ τὰς φλέβας αὐτοῦ, ἐξερημώσει τὰς πηγὰς αὐτοῦ· αὐτὸς καταξηρανεῖ τὴν γῆν αὐτοῦ καὶ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτοῦ.
Abrir Oseas 13 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario