Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Rut 3 en hebreo y español.
1Ειπεν δὲ αὐτῇ Νωεμεὶν ἡ πενθερὰ αὐτῆς Θυγάτηρ, οὐ μὴ σοι ἀνάπαυσιν ἵνα εὖ γένηται σοι ;
2καὶ νῦν οὐχὶ Βόος γνώριμος ἡ οὗ ἦς μετὰ τῶν κορασίων αὐτοῦ ; ἰδοὺ αὐτὸς λικμᾷ τὸν ἅλωνα τῶν κριθῶν ταύτῃ τῇ νυκτί.
3σὺ δὲ λούσῃ καὶ ἀλείψῃ καὶ περιθησεις τὸν ἱματισμόν σου ἐπὶ σέ, καὶ ἀναβήσῃ ἐπὶ τὸν ἅλω· μὴ γνωρισθῇς τῷ ὶ ἕως οὗ συντελέσαι αὐτὸν πιεῖν καὶ φαγεῖν·
4καὶ ἱστᾶι ἐν τὼ ι αὐτὸν καὶ γνώσῃ τὸν τόπον ὅπου κοιμᾶται ἐκεῖ, καὶ ἐλεύσῃ καὶ ἀποκαλύψεις τὰ πρὸς ποδῶν αὐτοῦ καὶ κοιμηθήσῃ, καὶ αὐτὸς ἀπαγγελεῖ σοι αἰ ποιήσεις.
5εἶπεν δὲ ῾Ροὺθ πρὸς αὐτήν αὐτήν Πάντα ἐὰν εἴπῃς ποιήσω.
6καὶ κατέβη εἰς τὸν ἅλω, καὶ ἐποίησεν κατὰ πάντα ὅσα ἐνετείλατο αὐτῇ ἡ πενθερὰ αὐτῆς.
7καὶ ἔφαγεν Βόος καὶ ἠγαθύνθη ἡ καρδία αὐτοῦ, καὶ ἦλθεν κοιμηθῆναι ἐν μερίδι τῆς στοιβῆς· ἡ δὲ ἦλθεν κρυφῆ καὶ ἀπεκάλυψεν τὰ πρὸς ποδῶν αὐτοῦ.
8ἐγένετο δὲ ἐν τῷ μεσονυκτίῳ καὶ ἐξέστη ὁ ἀνὴρ καὶ ἐταράχθη, καὶ ἰδοὺ γυνὴ κοιμᾶται πρὸς ποδῶν αὐτοῦ.
9εἰπεν δέ τίς εἰ σύ ; ἡ δὲ εἶπεν ᾿Εγώ εἰμι ῾Ρούθ ἡ δούλη σου, καὶ περιβαλεῖς τὸ πτερύγιόν σου ἐπὶ τὴν δούλην σου, ὅτι ἀγχιστεὺς εἶ σύ.
10καὶ εἶπεν Βόος Εὐλογημένη σὺ τῷ κυρίῳ θεῷ, θύγατερ, ὅτι ἠγάθυνας τὸ ἐλεός σου τὸ ἔσχατον ὑπὲρ τὸ πρῶτον τὸ μή πορευθῆναι νεανιῶν, εἴτοι πτωχὸς εἴτοι πλούσιος.
11καὶ νῦν, θύγατερ, πάντα ὅσα ἐὰν εἴπῃς ποιήσω σοι· οἶδεν γὰρ πᾶσα φυλή λαοῦ μου ὅτι γυνὴ δυνάμεως εἰ σύ.
12καὶ ὅτι ἀληθῶς ἀγχιστεὺς ἐγώ εἰμι· καί γέ ἐστιν ἀγχιστεὺς ἐγγίων ὑπὲρ ἐμέ.
13αὐλίσθητι τὴν νύκτα, καὶ ὦσται τὸ πρωὶ ἐὰν ἀγχιστε΄πυσῃ σε, ἀγαθόν, ἀγχιστευέτω· ἐὰν δὲ μὴ βούληται ἀγχιστεῦσαί σε, ἀγχιστεύσω σε ἐγώ, ζῇ Κύριος, σὺ εἶ κύριος· κοιμήθητι ἕως πρωί.
14καὶ ἐκοιμήθη πρὸς ποδῶν αὐτοῦ ἕως πρωί· ἡ δὲ ἐνέστη πρὸ τοῦ ἐπιγνῶναι ἄνδρα τὸν πλησίον αὐτοῦ· καὶ εἶπεν Βόος Μὴ γνωσθήτω ὅτι ἦλθεν γυνή εἰς τὴν ἅλωνα.
15καὶ εἶπεν αὐτῇ Φέρε τὸ περίζωμα τὸ ἐπάνω σου. καὶ ἐκρότησεν αὐτό, καὶ ἐμέτρησεν ἕξ κριθῶν καὶ ἐπέθηκεν ἐπ’ αὐτήν· καὶ εἰσῆλθεν εἰς τὴν πόλιν.
16καὶ ῾Ροὺθ εἰσῆλθεν πρὸς τὴν πενθερὰν αὐτῆς· ἡ δὲ εἶπεν αὐτῇ Θύγατερ· καὶ εἶπεν αὐτὴ πάντα ὅσα ἐποίησεν αὐτῇ ὁ ἀνήρ.
17καὶ εἶπεν οὐτῇ Τὰ ἕξ τῶν κριθῶν ταῦτα ἔδωκέν μοι, ὅτι εἶπεν πρὸς μέ Μὴ εἰσέλθῃς κενὴ πρὸς τὴν πενθεράν σου.
18ἡ δὲ εἶπεν Κάθου, θύγατερ, ἕως τοῦ ἐπιγνῶναί σε πῶς οὐ πεσεῖται ῥῆμα· οὐ γὰρ μὴ ἡσυχάσῃ ὁ ἀνὴρ ἕως ἀν’ τελέσῃ τὸ ῥῆμα σήμερον.
Abrir Rut 3 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario