Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Rut 4 en hebreo y español.
1Καὶ Βόος ἀνέβη ἐπὶ τὴν πύλην καὶ ἐκάθισεν ἐκεῖ, καὶ ἰδοὺ ὁ ἀγχιστευτὴς παρεπορεύετο ὅν εἶπεν Βόος. καὶ εἶπεν πρὸς αὐτὸν Βόος ᾿Εκκλίνας κάθισον ὧδε, κρύφιε· κοὶ ἐξέκλινεν καὶ ἐκάθισεν.
2καὶ ἔλαβεν Βόος δέκα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τῆς πόλεως καὶ εἶπεν Καθίσατε ὧδε· καὶ ἐκάθισαν.
3καὶ εἶπεν Βόοε τῶ τὴν μερίδα τοῦ ἀγροῦ ἥ ἐστιν τοῦ ἀδελφοῦ ἡμῶν τοῦ ἣ δέδοται Νωεμεὶν τῇ ἐπιστρεφούσῃ ἐξ ἀγροῦ Μωάβ,
4κἀγὼ εἶπα ᾿Αποκαλύψω τὸ οὖς σου λέγων κτῆσαι ἐναντίον τῶν καθημένων καὶ ἐναντίον τῶν πρεσβυτέρων τοῦ λαοῦ μου· εἰ ἀγχιστεύεις, ἀγχίστευε· εἰ δὲ μὴ ἀγχιστεύεις, ἀνάγγειλόν μοι, καὶ γνώσομαι ὅτι οὐκ ἔστιν παρὲξ σοῦ τοῦ ἀγχιστεῦσαι, κἀγώ εἰμι μετὰ σε. ὁ δὲ εἶπεν ᾿Εγώ εἰμι ἀγχιστεύσω.
5καὶ εἶπεν Βόος Ἐν ἡμέρᾳ τοῦ κτήσασθαί σε τὸν ἀγρὸν ἐκ χειρὸς Νωεμεὶν καὶ παρὰ ῾Ροὺθ τῆς Μωαβείτιδος γυναικὸς τοῦ τεθνηκότος, καὶ αὐτὴν κτήσασθαί σε δεῖ, ὥστε τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ.
6καὶ εἶπεν ὁ ἀγχιστεύς Οὐ δυνήσομαι ἀγχιστεῦσαι ἐμαυτῷ, μή ποτε διαφείρω τὴν κληρονομίαν μου· ἀγχίστευσον σεαυτῷ τὴν ἀχγιστείαν μου, ὅτι οὐ δυνήσομαι ἀγχιστεῦσαι.
7καὶ τοῦτο τὸ δικαίωμα ἔμπροσθεν ἐν τῷ Ἰσραὴλ ἐπὶ τὴν ἀγχιστείαν καὶ ἐπὶ τὸ ἀντάλλαγμα, τοῦ στῆσαι πάντα λόγον· καὶ ὑπελύετο ὁ ἀνὴρ τὸ ὑπόδημα αὐτοῦ καὶ ἐδίδου τῷ πλησίον αὐτοῦ τῷ ἀγχιστεύοντι τὴν ἀγχιστείαν αὐτοῦ· κοὶ τοῦτο ἦν μαρτύριον ἐν ᾿Ισραήλ.
8καὶ εἶπεν ὁ ἀγχιστεὺς τῷ Βόος Κτῆσαι σεαυτῷ τὴν ἀγχιστείαν μου· καὶ ὑπελύσατο τὸ ὑπόδημα αὐτοῦ κοὶ ἔδωκεν αὐτῷ.
9Καὶ εἶπεν Βόος τοῖς πρεσβυτέροις καὶ παντὶ τῷ λαῷ Μάρτυρρς ὑμεῖς σήμερον ὅτι κέκτημαι πάντα τὰ τοῦ ᾿Αβειμέλεχ καὶ πάντα ὅσα ὑπάρχει τῷ Χελαιὼν καὶ τῷ Μααλὼν ἐκ ωεμείν·
10καί γε ῾Ροὐθ τὴν Μωαβεῖτιν τὴν γυναῖκα Μααλὼν αὐτῷ εἰς γυναῖκα τοῦ ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ, καὶ οὐκ ἐξολεθρευθήσεται τὸ ὄνομα τοῦ τεθνηκότος ἐκ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἐκ τῆς φυλῆς λαοῦ αὐτοῦ. μάρτυρες ὑμεῖς σήμερον.
11καὶ εἴποσαν πᾶς ὁ λαὸς οἱ ἐν τῇ πύλῃ Μάρτθρες. καὶ οἱ πρεσβύτεροι εἴποσαν Δῴη κύριος τὴν γυναῖκά σου τήν εἰσπορευομένην εἰς τὸν οἶκόν σου ὡς ῾Ραχὴλ καὶ ὡς λείαν, αἳ ᾠκοδόμησαν ἀμφότεραι τὸν οἶκον τοῦ ᾿Ισραὴλ καὶ ἐποίησαν δύναμιν ἐν Ἐφράθα· καὶ ἔσται ὄνομα ἐν Βαιθλέεμ.
12καὶ γένοιτο ὁ οἰκός σου ὡς ὁ οἶκος Φάρες, ὃν ἔτεκεν Θαμὰρ τῷ ᾿Ιούδᾳ, ἐκ τοῦ σπέρματος οὗ δώσει Κύριός σοι ἐκ τῆς παιδίσκης ταύτης.
13Καὶ ἔλαβεν Βόος τὴν ῾Ρούθ, καὶ ἔδωκεν αὐτὴ Κύριος κύησιν, κα ἔτεκεν υἱόν.
14καὶ εἶπαν αἱ γυναῖκες πρὸς Νωεμείν Εὐλογητὸς κύριος ὅς οὐ κατέλυσέ σοι σήμερον τὸν ἀγχιστέα, καὶ καλέσαι τὸ ὄνομάσου ἐν ᾿Ισραήλ·
15καὶ ἱστᾶι σοι εἰς ἐπιστρέφοντα ψυχὴν καὶ τοῦ διαθρέψαι τὴν πολιάν σου, ὅτι ἡ νύμφη ἡ ἀγαπήσασά σε ἔτεκεν αὐτὸν, ἥ ἐστιν ἀγαθή σοι ὑπὲρ ἑπτὰ υἱούς.
16καὶ ἔλαβεν Νωεμεὶν τὸ παιδίον καὶ ἔθηκεν εἰς τὸν κόλπον αὐτῆς, καὶ ἐγενήθη αὐτῷ εἰς τιθηνόν.
17καὶ ἐκάλεσαν αὐτοῦ αἱ γείτονες ὄνομα λέγουσαι ᾿Ετέχθη υἱὸς τῆ Νωεμείν, καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτοῦ Ὤβήδ· οὗτος πατὴρ ᾿Ιεσσαὶ πατρὸς Δαυείδ.
18Καὶ αὗται αἱ γενέσεις Φάρες· Φάρες ἐγέννησεν τὸν ῾Εσρών,
19῾Εσρὼν δὲ ἐγέννησεν τὸν ᾿Αρράν, καὶ ᾿Αρρὰν ἐγέννησεν τὸν ᾿Αμειναδάβ,
20καὶ ᾿Αμειναδὰβ ἐγέννησεν τὸν Ναασσών, καὶ Ναασσὼν ἐγέννησεν τὸν Σαλμάν,
21καὶ Σαλμὰν ἐγέννησεν τὸν Βόος, καὶ βοὸς ἐγέννησεν τὸν ᾿Ωβήδ,
22καὶ Ὀβὴδ ἐγέννησεν τὸν ᾿Ιεσσαί, καὶ ᾿Ιεσσαὶ
Abrir Rut 4 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario