Salmos 108

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Salmos 108 en hebreo y español. La Septuaginta y el hebreo no numeran igual los capítulos, así que puede no caer en el mismo sitio.

1Ὁ θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς·

2ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπʼ ἐμὲ ἠνοίχθη, ἐλάλησαν κατ᾿ ἐμοῦ γλώσσῃ δολίᾳ·

3καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν.

4ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσευχόμην·

5καὶ ἔθεντο κατʼ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου.

6κατάστησον ἐπʼ αὐτὸν ἁμαρτωλόν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ·

7ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος. καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἶς ἁμαρτίαν.

8γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος·

9γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοί, καὶ ἡ γυνὴ αὐτοῦ χήρα·

10σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ καὶ ἐπαιτησάτωσαν, ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν.

11καὶ ἐξεραυνησάτω δανιστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ· διαρπασάτωσαν ἀλλότριοι πάντας τοὺς πόνους αὐτοῦ·

12μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήμπτωρ, μηδέ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ·

13γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολέθρευσιν, ἐν γενεᾷ μιᾷ ἐξαλειφθήτω τὸ ὄνομα αὐτοῦ.

14Εἰς τὸ τέλος· τῷ Δαυεὶδ ψαλμὸς. ἀναμνησθείη ἡ ἁμαρτία τῶν πατέρων αὐτοῦ ἔναντι Κυρίοι, καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη·

15γενηθήτωσαν ἔναντι Κυρίου διὰ παντός, καὶ ἐξολεθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.

16ἀυθʼ ὧν οὐκ ἐμνήσθη τοῦ ποιῆσαι ἔλεος, καὶ κατεδίωξεν πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδία τοῦ θανατῶσαι.

17καὶ ἠγάπησεν κατάραν, καὶ ἥξει αὐτῷ· καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπʼ αὐτοῦ.

18καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτον, καὶ εἰσῆλθεν ὡς ὕδωρ εἰς τὰ ἔνκατα αὐτοῦ καὶ ὡς ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ·

19γενηθήτω αὐτῷ ὡς ἱμάτιον ὁ περιβάλλεται. καὶ ὡσεὶ ζώνη ἣν διὰ παντὸς ζώννυται.

20τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίῳ καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου.

21καὶ σύ, Κύριε κύριε, ποίησον μετʼ ἐμοῦ ἔλεος ἕνεκα τοῦ ὀνόμάτος σου, ὅτι χρηστὸν τὸ ἔλεός σου, ῥῦσαί με·

22ὅτι πτωχὸς καὶ πένης ἐγώ εἰμι, καὶ ἡ καρδία μου τετάρακται ἐντός μου.

23ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθη, ἐξετινάχθην, ὡσεὶ ἀκρίδες.

24πὰ γόνατα μου ἠσθένησαν ἀπὸ νηστιας, καὶ ἡ σαρξ μου ἠλλοιώθη δι᾿ ἔλαιον.

25καὶ ἐγὼ ἐγενήθην ὄνειδος αὐτοῖς· εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν.

26βοήθησόν μοι, Κύριε ὁ θεός μου, σῶσόν με κατὰ τὸ μέγα ἔλεός σου·

27καὶ γνώτωσαν ὅτι ἡ χείρ σου αὕτη, καὶ σύ, Κύριε, ἐποίησας αὐτήν,

28καταράσονται αὐτοί, καὶ σὺ εὐλογήσεις· οἱ ἐπανιστανόμενοί μοι αἰσχυνθήτωσαν, ὁ δὲ δοῦλός σου εὐφρανθήσεται.

29ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπήν, καὶ περιβαλλέσθωσαν αἰσχύνην ὡσεὶ διπλοίδα αὐτῶν.

30ἐξομολογήσομαι τῷ κυρίῳ σφόδρα τῷ στοματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν·

31ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν διωκόντων τὴν ψυχὴν μου.

Abrir Salmos 108 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario