Salmos 110

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Salmos 110 en hebreo y español. La Septuaginta y el hebreo no numeran igual los capítulos, así que puede no caer en el mismo sitio.

1Ἐξομολογήσομαί συι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. ἐν βουλῇ εὐθείων καὶ συναγωγῇ.

2μεγάλα τὰ ἔργα Κυρίου. ἐξεζητημένα εἰς πάντα τά θελήματα αὐτοῦ·

3ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

4μνείαν ἐποιήσατο τῶν θαυμασίων αὐτοῦ, ἐλεήμων καὶ οἰκτίρμων ὁ κύριος·

5τροφὴν ἔδωκεν τοῖς φοβουμένοις αὐτόν, μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ.

6ἰσχὺν ἔργων ἑαυτοῦ ἀνήγγειλεν τῷ λαῷ ἑαυτοῦ, τοῦ δοῦναι αὐτοῖς κληρονομίαν ἐθνῶν.

7Ἁλληλουιά. ἔργα χειρῶν αὐτοῦ ἀ λήθεια καὶ κρίσις· πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ,

8ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι.

9λύτρωσιν ἀπέστειλεν τῷ λαῷ αὐτοῦ· ἐνετείλατο εἰς τὸν αἰῶνα διαθήκην αὐτοῦ· ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ.

10ἀρχὴ σοφίας φόβος Κυρίου. σύνεσις ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτὴν· ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Abrir Salmos 110 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario