Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Salmos 112 en hebreo y español. La Septuaginta y el hebreo no numeran igual los capítulos, así que puede no caer en el mismo sitio.
1Αἰνεῖτε, παῖδες, Κύριον, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ.
2εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος·
3ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνεῖται τὸ ὄνομα Κυρίου.
4ὑψηλὸς ἐπὶ πάντα τὸ ἔθνη ὁ κύριος, ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ.
5τίς ὡς Κύριος ὁ θεὸς ἡμῶν; ὁ ἐν ὑψηλοῖς κατοικῶν,
6καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ·
7ὁ ἐγείρων ἀπὸ γῆς πτωχόν. καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα,
8τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων, μετὰ ἀρχόντων λαοῦ αὐτοῦ·
9ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ, μητέρα τέκνων εὐφραινομένων.
10Ἁλληλουιά.
Abrir Salmos 112 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario