Salmos 115

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Salmos 115 en hebreo y español. La Septuaginta y el hebreo no numeran igual los capítulos, así que puede no caer en el mismo sitio.

1Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.

2ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου Πᾶς ἄνθρωπος ψεύστης.

3τί ἀνταποδώσω τῷ κυρίῳ περὶ ὧν ἀνταπέδωκέν μοι;

4ποτήριον σωτηρίου λήμψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.

5τίμιος ἐναντίον Κυρίου ὁ θάυατος τῶν ὁσίων αὐτοῦ.

7ὦ Κύριε. ἐγὼ δοῦλος σός. ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου· διέρρηξας τοὺς δεσμούς μου.

8σοὶ θύσω θυσίαν αἰνέσεως·

9Ἁλληλουιά. τὰς εὐχάς μου ἀποδώσω τῷ κυρίῳ ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ,

10ἐν αὐλαῖς οἴκου Κυρίου, ἐν μέσῳ σου, Ἰερουσαλήμ.

Abrir Salmos 115 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario