Salmos 142

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Salmos 142 en hebreo y español. La Septuaginta y el hebreo no numeran igual los capítulos, así que puede no caer en el mismo sitio.

1Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνὼτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου·

2καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.

3ἐταπείνωσεν εἰς τὴν γῆν τὴν ζωήν μου· ἐκάθισέν με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος·

4καὶ ἠκηδίασεν ἐπʼ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.

5ἐμνήσθην ἡμερῶν ἀρχαίων, καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασιν τῶν χειρῶν σου ἐμελέτων.

6διεπέτασα τὰς χεῖράς μου πρὸς σέ, ἡ ψυχὴ μου ὡς γῆ ἄνυδρός σοι. διάψαλμα.

7ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπεν τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.

8Ψαλμὸς τῷ Δαυείδ, ὅτε αὐτὸν ὁ υἱὸς καταδιώκει. ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σέ ἦρα τὴν ψυχήν μου.

9ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε. ὅτι πρὸς σέ κατέφυγον.

10δίδαξον με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι θεός μου εἶ σύ· τὸ πνεῦμά σου τὸ ἅγιον ὁδηγήσει με ἐν τῇ εὐθεία.

11ἕνεκα τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με ἐν τῇ δικαιοσύνῃ σου, ἐξάξεις ἐκ θλίψεως τὴν ψυχὴν μου·

12καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου, καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου· ὅτι δοῦλός σού εἰμι ἐγώ.

Abrir Salmos 142 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario