Salmos 151

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Salmos en hebreo y español. La Septuaginta y el hebreo no numeran igual los capítulos, así que puede no caer en el mismo sitio.

1Μικρὸς ἤμην ἐν τοῖς ἀδελφοῖς μου. καὶ νεώτερος ἐν τῷ οἴκῳ τοῦ πατρός μου· ἐποίμαινον τὰ πρόβατα τοῦ πατρός μου.

2αἱ χεῖρές μου ἐποίησαν 'ὄργανον, οἱ δάκτυλοί μου ἥρμοσαν ψαλτήριον.

3καὶ τίς ἀναγγελεῖ τῷ κυρίῳ μου; αὐτὸς Κύριος, αὐτὸς εἰσακούει.

4αὐτὸς ἐξαπέστειλεν τὸν ἄγγελον αὐτοῦ, καὶ ἤρέν με ἐκ τῶν προβάτων τοῦ πατρός μου, καὶ ἔχρισέν με ἐν τῷ ἐλαίῳ τῆς χρίσεως αὐτοῦ.

5οἱ ἀδελφοί μου καλοὶ καὶ μεγάλοι, καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς Κύριος.

6Οὗτος ὁ ψαλμὸς ἰδιόγραφος εἰς Δαυεὶδ καὶ ἔξωθεν τοῦ ἀριθμοῦ, ὅτε ἐμονομάκησεν τῷ Γολιάδ. ἐξῆλθον εἰς συνάντησιν τῷ ἀλλοφύλῳ, καὶ ἐπικατηράσατό με ἐν τοῖς εἰδώλοις αὐτοῦ·

7ἐγὼ δὲ σπασάμενος τὴν παρʼ αὐτοῦ μάχαιραν ἀπεκεφάλισα αὐτόν, καὶ ἤρα ὄνειδος ἐξ υἱῶν Ἰσραήλ.

Abrir Salmos 151 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario