Salmos 34

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Salmos 34 en hebreo y español. La Septuaginta y el hebreo no numeran igual los capítulos, así que puede no caer en el mismo sitio.

1Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς πολέμησον τοὺς πολεμοῦντάς με·

2ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς βοήθειάν μοι·

3ἔκχεον ῥομφαίαν καὶ σύνκλεισον ἐξ ἐναντίας τῶν·καταδιωκοντων με· εἰπὸν τῇ ψυχῇ μου Σωτηρία σου ἐγὼ εἰμι.

4αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντες τὴν ψυχήν μου. ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ λογιζόμενοί μοι κακά.

5γενηθήτωσαν ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου, καὶ ἄγγελος Κυρίου ἐκθλίβων αὐτούς·

6γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα, καὶ ἄγγελος Κυρίου καταδιώκων αὐτούς.

7ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν, μάτην ὠνείδισαν τὴν ψυχὴν μου.

8ἐλθέτω αὐτοῖς παγὶς ἣν οὐ γινώσκουσιν, καὶ ἡ θήρα ἣν ἔκρυψαν συλλαβέτω αὐτούς. καὶ ἐν τῇ παγίδι πεσοῦνται ἐν αὐτῇ.

9ἡ δέ ψυχὴ μου ἀγαλλιάσεται ἐπὶ τῷ κυρίῳ, τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ.

10πάντα τὰ ὀστᾶ μου ἐροῦσιν Κύριε, τίς ὅμοιός σοι ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ, καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν.

11ἀναστάντες μάρτυρες ἄδικοι ἃ οὐκ ἐγίνωσκον ἐπηρώτων με·

12ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ καλῶν, καὶ ἀτεκνίαν τῇ ψυχῇ μου·

13ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον, καὶ ἐταπείνουν ἐν νηστία τὴν ψυχὴν μου, καὶ ἡ προσευχὴ μου εἰς κόλπον μου ἀποστραφήσεται.

14ὡς πλησίον, ὡς ἀδελφὸν ἡμέτερον, οὕτως εὐηρέστουν· ὡς πενθῶν καὶ σκυθρωπάζων οὕτως ἐταπεινούμην.

15καὶ κατʼ ἐμοῦ ηὐφράνθησαν καὶ συνήχθησαν, συνήχθησαν ἐπʼ ἐμὲ μάστιγες καὶ οὐκ ἔγνων, διεσχίσθησαν καὶ οὐ κατενύγησαν·

16ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμόν. ἔβρυξαν ἐπʼ ἐμὲ τοὺς ὀδόντας αὐτῶν.

17Κύριε, πότε ἐπόψῃ; ἀποκατάστησον τὴν ψυχὴν μου ἀπὸ τῆς κακουργίας αὐτῶν, ἀπὸ λεόντων τὴν μονογενῆ μου.

18ἐξομολογήσομαί σοι, Κύριε, ἐν ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε.

19μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ματαίως, οἱ μισοῦντές με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς.

20ὅτι ἐμοὶ μέν εἰρηνικὰ ἐλάλουν, καὶ ἐπʼ ὀργῇ δόλους διελογίζοντο·

21καὶ ἐπλάτυναν ἐπʼ ἐμέ τὸ στόμα αὐτῶν, εἶπαν Εὖγε εὖγε, εἶδαν οἱ ὀφθαλμοὶ ἡμῶν.

22εἶδες, Κύριε, μὴ παρασιωπήσῃς· Κύριε, μὴ ἀποστῇς ἀπʼ ἐμοῦ.

23Τῷ Δαυείδ. ἐξεγέρθητι, Κύριε, καὶ πρόσχες τῇ κρίσει μου. ὁ θεός μου καὶ ὁ κύριός μου, εἰς τὴν δίκην μου.

24κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην σου, Κύριε ὁ θεός μου, καὶ μὴ ἐπιχαρείησάν μοι.

25μὴ εἴπαισαν ἐν καρδίαις αὐτῶν Εὖγε εὖγε τῇ ψυχῇ ἡμῶν· μηδὲ εἴπαισαν Κατεπίομεν αὐτόν.

26αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἄμα οἱ ἐπιχαίροντες τοῖς κακοῖςκοῖς μου· ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλορημονοῦντες ἐπʼ ἐμέ.

27ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσύνην μου, καὶ εἰπάτωσαν διὰ παντός Μεγαλυνθείη ὁ κύριος, οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ.

28καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου. ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.

Abrir Salmos 34 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario