Salmos 40

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Salmos 40 en hebreo y español. La Septuaginta y el hebreo no numeran igual los capítulos, así que puede no caer en el mismo sitio.

1Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ.

2Μακάριος ὁ συνίων ἐπὶ πτωχὸν καὶ πένητα, ἐν ἡμέρᾳ πονηρῷ ῥύσεται αὐτὸν ὁ κύριος.

3Κύριος φυλάξαι αὐτόν, καὶ μακαρίσαι αὐτὸν ἐν τῆ γῇ, καὶ μὴ παραδοῖ αὐτὸν εἰς χεῖρας ἐχθροῦ αὐτοῦ.

4Κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ, ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ.

5ἐγὼ εἶπα Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχὴν μου, ὅτι ἥμαρτόν σοι.

6οἱ ἐχθροί μου εἶπαν κακά μοι Πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ;

7καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει· ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω καὶ ἐλάλει

8ἐπὶ τὸ αὐτὸ κατʼ ἐμοῦ. ἐψιθύριζον πάντες οἱ ἐχθροί μου κατʼ ἐμοῦ· ἐλογίζοντο κακά μοι·

9λόγον παράνομον κατέθεντο κατʼ ἐμοῦ Μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι

10καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφʼ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπʼ ἐμὲ πτερνισμόν.

11σῦ δέ, Κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς.

12ἐν τούτῳ ἔγνων ὅτι τεθέληκας με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπʼ ἐμέ

13ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς αἰῶνα.

14εὐλογητὸς Κύριος ὁ θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο.

Abrir Salmos 40 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario