Salmos 61

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Salmos 61 en hebreo y español. La Septuaginta y el hebreo no numeran igual los capítulos, así que puede no caer en el mismo sitio.

1Εἰς τὸ τέλος, ὐπὲρ Ἰδιθούν· ψαλμός τῷ Δαυείδ.

2Οὐχὶ τῷ θεῷ ὑποταγήσεται ἤ ψυχἠμου ; παρʼ αὐτοῦ γὰρ τὸ σωτήριόν μου.

3καὶ γὰρ αὐτὸς ὁ θεός μου καὶ σωτὴρ μου, ἀντιλήμπτωρ μου· οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον.

4ἕως πότε ἐπιτίθεσθε ἐπʼ ἄνθρωπον ; φονεύετε πάντες ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ.

5πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι, ἔδραμον ἐν δίψει τῷ στόματι αὐτῶν εὐλογοῦσαν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο.

6πλὴν τῷ θεῷ ὑποτάγηθι, ψυχῇ μου, ὅτι παρʼ αὐτοῦ ἡ ὑπομονή μου.

7ὅτι αὐτὸς θεός μου καὶ σαωτήρ μου, ἀντιλήμπτωρ μου· οὐ μὴ μεταναστεύσω.

8ἐπὶ τῷ θεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου· διάγαλμα. ὁ θεὸς τῆς βοηθείας μου, καὶ ἡ ἐλπίς μου ἐπὶ τῷ θεῷ.

9ἐλπίσατε ἐπʼ αὐτόν, πᾶσα συναγωγὴ λαοῦ· ἐκχέετε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν· ὁ θεὸς βοηθὸς ἡμῶν. διάψαλμα.

10πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπαων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι. αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό.

11μὴ ἐλπίζετε ἐπὶ ἀδικίαν, καὶ ἐπὶ ἁρπάγματα μὴ ἐπιποθεῖτε· πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν.

12ἅπαξ ἐλάλησεν ὁ θεός, δύο ταῦτα ἤκουσα, ὅτι τὸ κράτος τοῦ θεοῦ

13καὶ σοῦ, κύριε, τὸ ἔλεος, ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτυῦ.

Abrir Salmos 61 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario